Ancient Greek
98.7 to 100.3
Demetrius, demetrius_de_eloc_roberts 98.7-100.3
Unproofread scanNot analysed yet
18 Ἐν δὲ ταῖς συνθέτοις περιοδοῖς τὸ τελευταῖον κῶλον μακρότερον χρῆ εἶναι, καὶ ὥσπερ περιέχον καὶ περιελιφὸς τἆλλα. οὕτω γὰρ μεγαλοπρεπὴς ἔσται καὶ ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ σεμνὴ περίοδος, εἰς σεμνὸν καὶ μακρὸν λήγουσα κῶλον· εἰ δὲ μή, ἀποκεκομμένη καὶ χωλὴ ὁμοία. παράδειγμα δ’ αὐτῆς τὸ τοιοῦτον, ‘οὐ γὰρ τὸ εἰπεῖν καλῶς καλόν, ἀλλὰ τὸ εἰπόντα δράσαι τὰ εἰρημένα.’ 19 Τρία δὲ γένη περιόδων ἐστίν, ἱστορικὴ, διαλογικὴ, ῥητορικὴ. ἱστορικὴ μὲν ἡ μήτε περιηγμένη, μήτ’ ἀνειμένη σφόδρα, ἀλλὰ μεταξὺ ἀμφοῖν, ὡς μήτε ῥητορικὴ δόξειεν καὶ ἀπίθανος διὰ τὴν περιαγωγὴν, τὸ σεμνὸν τε ἔχουσα καὶ ἱστορικὸν ἐκ τῆς ἀπλότητος, οἷον ἡ τοιάδε, ‘Δαρείου καὶ Παρυσάτιδος γίγνονται’ μέχρι τοῦ ‘νεώτερος δὲ Κύρος.’ ἐδραία γὰρ τινὶ καὶ ἀσφαλεῖ καταλήξει ἔοικεν αὐτῆς ἡ ἀπόθεσις.