Ancient Greek · ~2 min
21 to 22
DEMO, Fragmenta 21-22
Not analysed yet
Εὐγενέστερος Κόδρου· . . . διοργισθέντες δὲ οἱ λοιποὶ συλλαβόντες αὐτὸν (Κόδρον) ἀνεῖλον, ὡς Δήμων. Προκώνια, Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος δὲ «προκώνια, φησὶν, ἐστὶ, πυροὶ μέλιτι κεχρισμένοι.» Ἀριστοφάνης δὲ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν, οὕτω φασὶν ὀνομάζεσθαι. Ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι, ὡς Ἀντικλείδης ἐν τοῖς ἐξηγητικοῖς ὑποσημαίνει. Δήμων δ ̓ ἐν τῷ περὶ θυσιῶν φησι· «καὶ προκώνιά ἐστι κάγχρυς κατηριγμέναι μετ ̓ ἀρωμάτων.»