Ancient Greek · ~5 min
Dfhg-Source dfhg1_DEMO
DEMO, Fragmenta 20
Not analysed yet
Ἕνι δὲ θάρσος ἐν αἰχμαῖς ποτὲ Μυσῶν] Κέχρηται δὲ καὶ νῦν Εὐριπίδης τῇ παροιμίᾳ παρὰ τοὺς χρόνους. Δήμων γοῦν ἐξηγούμενος περὶ αὐτ. . φησὶν ὡς ὕστερον τῶν Τρωϊκῶν λοιμοῦ καὶ φθορᾶς καρποῦ περιεληλυθυίας τὴν Ἑλλάδα μαντευομένην περὶ τῶν παρόντων χρῆσθαι τὴν Πυθίαν, τηνικαῦτα παῦλαν αὐτοῖς τῶν δεινῶν, ἐπειδάν τινες τῶν ἀπὸ Ἀγαμέμνονος ἐχόντων τὸ γένος πλεύσαντες εἰς Τροίαν τὰς πόλεις κτίσωσι, καὶ τῶν θεῶν τιμὰς ἀναλαμβάνωσιν, ἃς ἠφανίσθαι συνέβαινεν ὑπὸ τοῦ πολεμοῦ. Ταύτην τὴν μαντείαν παραδεξάμενον τὸν Ὀρέστην συνέβη λιπεῖν τὸν βίον. Μετὰ δὲ Ὀρέστην Τισαμενὸν λαβεῖν τὴν ἀρχὴν καὶ μετ ̓ ἐκεῖνον Κομήτην· οὐ χρωμένα ποῦ δέοι πλεῖν, κατὰ γὰρ εὐλάβειαν καὶ δὶς καὶ τρὶς παρὰ τῶν αὐτῶν ἐπανέρχεται τοῦ θειοῦ, δοθῆναι χρησμὸν, ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν. Κατολιγωρήσαντας δὲ πολλῶν συνηθροισμένων τοῦ χρησμοῦ ἀφίστασθαι καὶ τὸν Κομήτην καταλιπεῖν, μικρὸν πεφροντικέναι λέγοντας αὐτοῦ τε καὶ τοῦ Μυσοῦ ἐσχάτου. Κατὰ τὴν ἐρχομένην γενεὰν πλινθιλυ πάλιν συναγείραντος τὴν στρατιὰν, καὶ τοῦ θεοῦ. Τὸν αὐτὸν ἐπενέγκαντος χρησμὸν, διὰ τὸ παράδοξον εἰς παροιμίαν διὰ τοῦτο προστῆναι φασίν· εἰσὶ δὲ οἳ Τηλέφῳ γενέσθαι τὸν χρησμὸν τοῦτον· μαντευομένῳ γὰρ αὐτῷ περὶ γονέων, ἐπὶ τίνας ἂν τόπους πλανηθεὶς ἐξεύροι τοὺς αὐτοῦ γονεῖς, τὸν θεὸν προστάξαι ἐλθεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν, νέμεσθαι γὰρ τὰ χωρία τότε Μυσοὺς, ἐπιτυχεῖν τῇ μητρί.