Ancient Greek · ~4 min
Dfhg-Source dfhg1_DEMO
DEMO, Fragmenta 4
Not analysed yet
Ἄγουσι δὲ καὶ τὴν τῶν ὠσχοφορίων ἑορτὴν, Θησέως καταστήσαντος. Οὐ γὰρ ἁπάσας αὐτὸν ἐξαγαγεῖν τὰς λαχούσας τότε παρθένους, ἀλλὰ τῶν συνήθων νεανίσκων δύο θηλυφανεῖς μὲν ὀφθῆναι καὶ νεαροὺς, ἀνδρώδεις δὲ τὰς ψυχὰς καὶ προθύμους, λουτροῖς τε θερμοῖς καὶ σκιατροφίαις, καὶ ταῖς περὶ τὴν κόμην καὶ λειότητα καὶ χροιὰν ἀλοιφαῖς καὶ κοσμήσεσιν ὥς ἐστιν ἐξαλλάξαντα κομιδῆ, καὶ διδάξαντα φωνῆν καὶ σχῆμα καὶ βάδισιν ὡς ἔνι μάλιστα παρθένοις ὁμοιοῦσθαι, καὶ μηδὲν φαίνεσθαι διαφέροντας, ἐμβαλεῖν εἰς τὸν τῶν παρθένων ἀριθμὸν, καὶ διαλαθεῖν ἅπαντας. Ἐπεὶ δὲ ἐπανῆλθεν, αὐτόν τε πομπεῦσαι καὶ τοὺς νεανίσκους οὕτως ἀμπεχομένους, ὡς νῦν ἀμπέχονται τοὺς ὠσχοὺς φέροντες. Φέρουσι δὲ, Διονύσῳ καὶ Ἀριάδνῃ χαριζόμενοι, διὰ τὸν μῦθον, ἢ μᾶλλον, ὅτι συγκομιζομένης ὀπώρας ἐπανῆλθον. Αἱ δὲ δειπνοφόροι παραλαμβάνονται, καὶ κοινωνοῦσι τῆς θυσίας, ἀπομιμούμεναι τὰς μητέρας ἐκείνων τῶν λαχόντων (ἐπεφοίτων γὰρ αὐτοῖς ὄψα καὶ σιτία κομίζουσαι), καὶ μῦθοι λέγονται, διὰ τὸ κἀκείνας εὐθυμίας ἕνεκεν καὶ παρηγορίας μύθους διεξιέναι τοῖς παισί. Ταῦτα μὲν οὖν καὶ Δήμων ἱστόρηκεν.