Ancient Greek · ~3 min
5 to 8
DEMO, Fragmenta 5-8
Not analysed yet
Παροιμία δέ ἐστιν ἐπὶ τῶν μάτην ἐπισωρευόντων τινὰ ἐπὶ τοῖς προϋπάρχουσι. . . . Δήμων δέ φησιν, ὅτι οὐ τοῦ ζῴου μόνον πληθύνοντος ἐν τῆ πόλει, ἀλλὰ καὶ τοῦ νομίσματος· καὶ ὅτι οὐκ ἐν ἀργύρῳ μόνῳ, ἀλλὰ καὶ ἐν χαλκῷ χαράσσουσι τὴν γλαῦκα· διὸ τὴν παροιμίαν εἰρῆσθαι. Οἰναῖοι τὴν χαράδραν· παροιμία, τιθεμένη ἐπὶ τῶν ἑαυτοῖς κακόν τι προσελκομένων. Φησὶ δὲ Δήμων, ὅτι τῆς Ἀττικῆς ἐστι τόπος Οἰνόη· οἱ δ ̓ ἐνταῦθα γεωργοῦντες, παροχετεύοντες τὴν ἄνω φερομένην χαράδραν, ἀρδεύειν τὰ δένδρα καὶ τὰς ἀμπέλους ἐπεχείρουν. Ὕδατος δὲ πολλοῦ γενομένου, συνέβη καταῤῥαγέντα τὸν ποταμὸν τῶν κτημάτων πολλὰ διαφθεῖραι, καὶ τῶν τόπων δὲ τοὺς κύκλους ἐγχῶσαι. Ὄνος ἄγων μυστήρια, Δήμων ἐπὶ τοῦ μύλου λέγεσθαί φησιν, ὅτι στεφανοῦσιν αὐτὸν τότε. Ἡ φανοῦ θύρα· Φανόν φησι Δήμων ὀβολοστάτην εἶναι, ἄλλως δὲ τυφλόν.