Ancient Greek
Dfhg-Source dfhg2_DEMOCHARES_LEUCONOENSIS
DEMOCHARES LEUCONOENSIS, Fragmenta 2
Not analysed yet
Οὗ (Demetrii Phalerei) κεῖνος (Demochares) οὐ τὴν τυχοῦσαν πεποίηται κατηγορίαν ἐν ταῖς Ἱστορίαις, φάσκων αὐτὸν τοιοῦτον γεγονέναι προστάτην τῆς πατρίδος, καὶ ἐπὶ τούτους σεμνύνεσθαι κατὰ τὴν πολιτείαν, ἐφ(??)οἷς ἂν καὶ τελώνης σεμνυνθείη ἦ βάναυσος. Ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυσιτε· λῶς πωλεῖσθαι κατὰ τὴν πόλιν, καὶ δαψιλῆ τὰ πρὸς τὸν βίον ὑπάρχειν πᾶσιν, ἐπὶ τούτοις φησὶ μεγαλαυχεῖν αὐτόν· καὶ δὴ ὅτι κοχλίας αὐτομάτως βαδίζων προηγεῖτο τῆς πομπῆς αὐτῷ, σίαλον ἀναπτύων, σὺν δὲ τούτοις ὄνοι διεπέμποντο διὰ τοῦ θεάτρου (διότι δὴ πάντων τῶν τῆς Ἑλλάδος καλῶν ἡ πατρὶς παρακεχωρηκυῖα τοῖς ἄλλοις, ἐποίει Κασσάνδρῳ τὸ προσταττόμενον), ἐπὶ τούτοις αὐτὸν οὐκ αἰσχύνεσθαί φησιν.