Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_DEMOCHARES_LEUCONOENSIS
DEMOCHARES LEUCONOENSIS, Fragmenta 3
Not analysed yet
Διαβόητος δὲ ἐγένετο ἐπὶ κολακείᾳ καὶ ὁ τῶν Ἀθηναίων δῆμος. Δημοχάρης γοῦν, ὁ Δημοσθένους τοῦ ῥήτορος ἀνεψιὸς (immo ἀδελφιδοῦς), ἐν τῇ εἰκοστῇ τῶν Ἱστοριῶν διηγούμενος περὶ ἧς ἐποιοῦντο οἱ Ἀθηναῖοι κολακείας πρὸς τὸν Πολιορκητὴν Δημήτριον, καὶ ὅτι τοῦτ ̓ οὐκ ἦν ἐκείνῳ βουλομένῳ, γράφει οὕτως· «Ἐλύπει μὲν καὶ τούτων ἔνια αὐτὸν, ὡς ἔοικεν, οὐ μὴν ἀλλὰ καὶ ἄλλα γε παντελῶς αἰσχρὰ καὶ ταπεινά· Λεαίνης μὲν καὶ Λαμίας Ἀφροδίτης ἱερὰ, καὶ Βουρίχου καὶ Ἀδειμάντου καὶ Ὀξυθέμιδος τῶν κολάκων αὐτοῦ καὶ βωμοὶ καὶ ἡρῷα καὶ σπονδαί. Τούτων ἑκάστῳ καὶ παιᾶνες ᾔδοντο, ὥστε καὶ αὐτὸν τὸν Δημήτριον θαυμάζειν ἐπὶ τοῖς γινομένοις, καὶ λέγειν, ὅτι οὐδεὶς ἐπ ̓ αὐτοῦ Ἀθηναίων γέγονε μέγας καὶ ἁδρὸς τὴν ψυχήν.»