Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DEMOCHARES_LEUCONOENSIS
DEMOCHARES LEUCONOENSIS, Fragmenta 4
Not analysed yet
Φησὶ γοῦν ὁ Δημοχάρης, ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ γράφων· «Ἐπανελθόντα δὲ τὸν Δημήτριον ἀπὸ τῆς Λευκάδος καὶ Κερκύρας εἰς τὰς Ἀθήνας, οἱ Ἀθηναῖοι ἐδέχοντο οὐ μόνον θυμιῶντες καὶ στεφανοῦντες καὶ οἰνοχοοῦντες, ἀλλὰ καὶ προσόδια καὶ χοροὶ καὶ ἰθύφαλλοι μετ ̓ ὀρχήσεως καὶ ᾠδῆς ἀπήντων αὐτῷ, καὶ ἐφιστάμενοι κατὰ τοὺς ὄχλους ᾖδον ὀρχούμενοι, καὶ ἐπᾴδοντες, ὡς εἴη μόνος θεὸς ἀληθινὸς, οἱ δ ̓ ἄλλοι καθεύδουσιν, ἢ ἀποδημοῦσιν, ἢ οὐκ εἰσὶ, γεγονὼς δ ̓ εἴη ἐκ Ποσειδῶνος καὶ Ἀφροδίτης, τῷ δὲ κάλλει διάφορος, καὶ τῇ πρὸς πάντας φιλανθρωπίᾳ κοινός. Δεόμενοι δ ̓ αὐτοῦ ἱκέτευον, φησὶ, καὶ προσηύχοντο.»