Ancient Greek
1.367.3
Democritus, Testimonia 1.367.3
Unproofread scanNot analysed yet
Ἀριστόξενος δ’ ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασι [FHG II 290 fr. 83] φησι Πλάτωνα θελήσαι συμφλέξαι τὰ Δημοκρίτου συγγράμματα, ὅποσα ἐδυνήθη συναγαγεῖν. Ἀυύκλαν δὲ καὶ Κλεινίαν τοὺς Πυθαγορικοὺς [41, 2] κωλύσαι αὐτόν, ὡς οὐδὲν ὄφελος· παρὰ πολλοῖς γὰρ εἶναι ἤδη τὰ βιβλία. καὶ δήλον δέ· πάντων γὰρ σχεδὸν τῶν ἀρχαίων μεμνημένος ὁ Πλάτων οὐδαμοῦ Δημοκρίτου διαμνημονεύει, ἀλλ’ οὐδ’ ἐνθα ἀντειπεῖν τι αὐτῷ δεοί, δήλον (ὅτι) εἰδὼς ὡς πρὸς τὸν ἄριστον αὐτῶν τῶν φιλοσόφων (ὁ ἀγών) ἔσοιτο· ὃν γε καὶ Τίμων τοῦτον ἐπαινέσας τὸν τρόπον ἔχει [fr. 46 D.] :