Ancient Greek
1.367.4
Democritus, Testimonia 1.367.4
Unproofread scanNot analysed yet
οἷον Δημόκριτόν τε περίφρονα, ποιμένα μύθων, ἀμφίνοον λεοχῆνα μετὰ πρώτοιςιν ἀνέρεων. 41· γέρονε δὲ τοῖς χρόνοις, ὡς αὐτὸς φησιν ἐν τῷ Μικρῷ διακόσμῳ [55 40 B 5]. νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. συντετάχθαι δὲ φησι τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἀλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. γεγόνοι δ’ ἂν, ὡς ὁ μὲν Ἀπολλόδωρος ἐν Χρονικοῖς [fr. 47a Jacoby], κατὰ τὴν ὀγδόηκοστήν Ὀλυμπιάδα [460—457], ὡς δὲ Θρασύλος ἐν τῷ ἐπιγραφομένῳ Τὰ πρὸ τῆς ἀναγνώσεως τῶν Δημοκρίτου βιβλίων, κατὰ τὸ τρίτον ἔτος τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς Ὀλυμπιάδος [470 69], ἐνιαυτῷ, φησὶ, πρεσβύτερος ὢν Σωκράτους. εἰμὴ ἂν οὖν κατ’ Ἀρχέλαον τὸν Ἀναξαγόρου μαθητὴν καὶ τοὺς περὶ Οἰνοπίδην· καὶ γὰρ τούτου μέμνηται [c. 29, 3]. (42) μέμνηται δὲ καὶ περὶ τῆς τοῦ ἑνὸς δόξης τῶν περὶ Παρμενίδην καὶ Ζήνωνα ὡς κατ’