Ancient Greek
1.379.5 to 1.380.3
Democritus, Testimonia 1.379.5-1.380.3
Unproofread scanNot analysed yet
63. —de gen. et int. A 7. 323ᵇ 10 Δ. δὲ παρὰ τοὺς ἄλλους ἰδίως ἔλεξε μόνος· φησὶ γὰρ τὸ αὐτὸ καὶ ὅμοιον εἶναι τὸ τε ποιοῦν καὶ τὸ πάσχον. οὐ γὰρ ἐγχωρεῖν τὰ ἕτερα καὶ διαφέροντα πάσχειν ὑπ' ἀλλήλων, ἀλλὰ κἂν ἕτερα ὄντα ποιή τι εἰς ἄλληλα οὐχ ἡ ἕτερα ἀλλ' ἡ ταυτόν τι ὑπάρχει, ταύτηι τοῦτο συμβαίνειν αὐτοῖς. 64. Alex. de mixt. 2 [II 214, 18 Bruns] Δ. μὲν οὖν ἠγοῦμενος τὴν λεγομένην κράσιν γίνεσθαι κατὰ παράθεσιν σωμάτων. διαιρουμένων τῶν κιναμένων εἰς μικρὶ καὶ τῇ παρ’ ἄλληλα θέσει τὴν μίξιν ποιουμένων, οὔδε τὴν ἀρχὴν φησιν εἶναι πρὸς ἀλήθειάν τινα κεκραμένα, ἀλλ’ εἶναι τὴν δοκοῦσαν κράσιν παράθεσιν σωμάτων ἀλλήλοις κατὰ μικρὰ σωζόντων αὐτῶν ἑκάστου τὴν οἰκεῖαν φύσιν, ἣν εἶχον καὶ πρὸ τῆς μίξεως· δοκεῖν δ’ αὐτὰ κεκρῦσθαι τῷι τὴν αἴσθησιν διὰ μικρότητα τῶν παρακειμένων μηδενὸς αὐτῶν αἰσθάνεσθαι δύνασθαι μόνου. Vgl. oben S. 304, 45. 65. ARIST. phys. Θ 1. 252ᵃ 32 ὅλως δὲ τὸ νομίζειν ἀρχὴν εἶναι ταύτην ἰκανήν, ὅτι ἀεὶ ἔστιν οὕτως ἢ γίγνεται, οὐκ ὀρθῶς ἔχει ὑπολαβεῖν, ἐφ’ ὃ Δ. ἀνφέρει τὰς περὶ φύσεως αἰτίας ὡς οὕτω καὶ τὰ πρότερον ἐγίγετο· τοῦ δὲ ἀεὶ οὐκ ἀξιοῖ ἀρχὴν ζητεῖν. 67. SIMPL. phys. 327, 14 ἀλλὰ καὶ Δ. ἐν οἷς φησι ‘δῖνον ἀπὸ τοῦ παντὸς ἀποκριθῆναι παντοίων εἰδῶν’ [B. 167] (πῶς δὲ καὶ ὑπὸ τίνος αἰτίας μὴ λέγει), ἔοικεν ἀπὸ ταυτομάτου καὶ τύχης γεννᾶν αὐτόν.