Ancient Greek
1.380.4
Democritus, Testimonia 1.380.4
Unproofread scanNot analysed yet
68. ARIST. phys. B 4. 195ᵇ 36 ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ [die τύχη] ἀπο-ροῦσιν· οὐδὲν γὰρ δι’ γίνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναι τι αἴτιον ὑφιστάμενον ὅσα λέγομεν ἀπὸ αὐτομάτου γίγνεσθαι ἢ τύχης. Vgl. zu 196ᵇ 14 SIMPL. p. 330, 14 τὸ δὲ “καθάπερ ὁ παλαιὸς λόγος ὁ ἀναιρῶν τὴν τύχην” -πρὸς Δημό-κριτον ἔοικεν εἰρῆσθαι· ἐκεῖνος γὰρ κἂν ἐν τῇ κοσμοποιίαι ἐδόκει τῇι τύχῃ κεχρῆσθαι, ἀλλ’ ἐν τοῖς μερικωτέροις οὐδενὸς φησιν εἶναι τὴν τύχην αἰτίαν ἀνα-φέρων εἰς ἄλλας αἰτίας, οἷον τοῦ θησαυρὸν εὑρεῖν τὸ σκάπτειν ἢ τὴν φυτείαν τῆς ἐλαίας, τοῦ δὲ καταγῆναι τοῦ φαλακροῦ τὸ κρανίον τὸν ἀετὸν ρίψαντα τὴν χελώνην, ὅπως τὸ χελώνιον ράγῃι. οὕτως γὰρ ὁ Εὐδήμος ἱστορεῖ [fr. 22].