Ancient Greek
1.380.6 to 1.381.2
Democritus, Testimonia 1.380.6-1.381.2
Unproofread scanNot analysed yet
71. ARISTOT. phys. Θ 1. 251ᵇ 16 ἀγένητον γὰρ εἶναι λέγουσιν, καὶ διὰ τοῦτο Δ. γε δείκνυσιν ὡς ἀδύνατον ἅπαντα γεγονέναι· τὸν γὰρ χρόνον ἀγένητον εἶναι. SIMPL. phys. 1153, 22 ὁ μέντοι Δ. οὕτως ἀδίδιον ἐπέπειστο εἶναι τὸν χρόνον, ὅτι βουλόμενος δεῖξαι μὴ πάντα γεννητὰ ὡς ἐναργεῖ τῷι τὸν χρόνον μὴ γεγονέναι προσεχρήσατο. 72. Sext. x 181 δοκεῖ δὲ καὶ εἰς τοὺς περὶ Ἐπίκουρον [fr. 294 p. 352, 32 U. s.] καὶ Δημόκριτον φυσικούς τοιαύτη τις ἀναφέρεσθαι τοῦ χρόνου νόησις· χρόνος ἐστὶν ἡμεροειδὲς καὶ νυκτοειδὲς φάντασμα². 73. Theophr. d. ign. 52 ἀπορεῖται δὲ τούτο, διὰ τί τὸ τῆς φλογὸς σχῆμα πυρκαιοειδὲς ἐστὶ· καὶ φησὶ Δ. μὲν περιψυχωμένων αὐτῶν τῶν ἄκρων εἰς μικρὸν συνάγεσθαι καὶ τέλος ἀποξύνεσθαι.