Ancient Greek
1.381.3
Democritus, Testimonia 1.381.3
Unproofread scanNot analysed yet
75. Sext. IX 24 εἰσὶ δὲ οἱ ἀπὸ τῶν γιγνομένων κατὰ τὸν κόσμον παραδόξων ὑπονοήσαντες εἰς ἔννοιαν ἡμᾶς ἐλθεῖναι θεῶν. ἀφ’ ἧς φαίνεται εἶναι δόξης καὶ ὁ Δ. · ὁρῶντες γάρ, φησὶ, τὰ ἐν τοῖς μετεώροις παθήματα οἱ παλαιοὶ τῶν ἀνθρώπων καθάπερ βροντὰς καὶ ἀστραπὰς κεραυνούς τε καὶ ἀστρῶν συνόδους ἡλίου τε καὶ σελήνης ἐκλείψεις ἐδειματοῦντο θεοὺς οἴομενοι τούτων αἰτίους εἶναι. Philod. de piet. 5* p. 69 Gompr. [Crünerl Kolot. S. 130]· θέρος [ἐν τῇ γῇ καὶ] χειμῶν καὶ ἕαρ καὶ] μεθόπωρον καὶ πάντα ταῦτα ἀνωθεν διεπιτη γέινεται· διὸ δὴ καὶ τὸ ἐξεργαζόμενον γνόντας σέβεσθαι. οὐ φαίνεται δ’ ἐμοὶ Δ. ὥσπερ ἔνιοι τὸν . . .