Ancient Greek
1.388.1
Democritus, Testimonia 1.388.1
Unproofread scanNot analysed yet
121. ARIST. de sens. 2. 438a5 Δ. δ’ ὅτι μὲν ὕδωρ εἶναι φησι [nämlich ὡς ὁρῶμεν], λέγει καλῶς, ὅτι δ’ οἴεται τὸ ὁρᾶν εἶναι τὴν ἔμφασιν οὐ καλῶς . . . ἀλλὰ καθόλου περὶ τῶν ἐμφαινομένων καὶ ἀνακλάσεως οὐδὲν πω δήλον ἦν, ὡς ἔοικεν. ἄτοπον δὲ καὶ τὸ μὴ ἐπελθεῖν αὐτῷ ἀπορῆσαι, διὰ τί ὁ ὀφθαλμὸς ὁρᾷ μόνον, τῶν δ’ ἄλλων οὐδέν, ἐν οἷς ἐμφαίνεται τὰ εἴδωλα.