Ancient Greek
1.388.10
Democritus, Testimonia 1.388.10
Unproofread scanNot analysed yet
130. THEOPHR. d. c. pl. VI 2,1 [gegen Demokrit] τάχα δ’ ἂν δόξειεν, ὡσπερ ἐλέχθη, καὶ ταῦτα ἐκείνων εἶναι χάριν· αὐτῶν γὰρ τῶν δυνάμεων οὕτως ἀποδιδοὺς <τὰς διαφορὰς> οἴεται τὰς αἰτίας ἀποδιδόναι, δι’ ἃς ὁ μὲν στύφει καὶ ξηραίνει καὶ πήγνυσιν ὁ δὲ λεαίνει καὶ ὁμαλύνει καὶ καθίστησιν, ὁ δὲ ἐκκρίνει καὶ διαχεῖ καὶ ἄλλο τι τοιοῦτο δράει. πλὴν ἴσως ἐκεῖνα ἂν τις ἐπιζητήσειε περὶ τούτων, ὥστε καὶ τὸ ὑποκείμενον ἀποδιδόναι ποῖον τι. δεῖ γὰρ εἰδέναι μὴ μόνον τὸ ποιοῦν, ἀλλὰ καὶ τὸ πάσχον, ἄλλως τ’ εἰ καὶ μὴ πᾶσιν ὁ αὐτὸς [sc. χυμὸς] ὁμοίως φαίνεται· καθάπερ φησίν. οὐθὲν γὰρ κωλύει τὸν ἡμῖν γλυκύν ἑτέροις τισὶ τῶν ζώων εἶναι πικρὸν καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως.