Ancient Greek
1.388.9
Democritus, Testimonia 1.388.9
Unproofread scanNot analysed yet
129. THEOPHR. de caus. plant. VI 1,6 Δ. δὲ σχῆμα περιτιθεὶς ἑκάστῳ γλυκύν μὲν τὸν στρογγύλον καὶ εὐμεγέθη ποιεῖ. στρυφνὸν δὲ τὸν μεγαλόσχμον τραχύν τε καὶ πολυγώνιον καὶ ἀπεριφερῆ. ὀξὺν δὲ κατὰ τοῦνομα τὸν ὀξὺν τῷ ὀγκῳ καὶ γωνοειδῆ καὶ κάμπυλον καὶ λεπτὸν καὶ ἀπεριφερῆ. δριμὺν δὲ τὸν περιφερῆ καὶ λεπτὸν καὶ γωνοειδῆ καὶ κάμπυλον. ἄλυρὸν δὲ τὸν γωνοειδῆ καὶ εὐμεγέθη καὶ σκολιὸν καὶ ἰσοσκελῆ. πικρὸν δὲ τὸν περιφερῆ καὶ λείον ἔχοντα σκολιότητα μέγεθος δὲ μικρόν. λιπαρὸν δὲ τὸν λεπτὸν καὶ στρογγύλον καὶ μικρόν [vgl. A 135 §67].