Ancient Greek
1.389.1
Democritus, Testimonia 1.389.1
Unproofread scanNot analysed yet
131. ——VI 2,3 ἄτοπον δὲ καὶκεῖνο τοῖς τὰ σχήματα λέγουσιν ἢ τῶν ὁμοίων διαφορά κατὰ μικρότητα καὶ μέγεθος εἰς τὸ μὴ τὴν αὐτὴν ἔχειν δύναμιν. οὐ γὰρ ἐπὶ τῆς μορφῆς ἀλλὰ τῶν ὀγκῶν αἱ δυνάμεις, οὓς εἰς μὲν τὸ διαβιάσασθαι καὶ ἀπλῶς τὸ μᾶλλον καὶ τὸ ἧττον τάχ' ἂν τις ἀποδοίη, εἰς δὲ τὸ μὴ ταῦτό δύνασθαι μηδὲ ποιεῖν οὐκ εὔλογον, ἐπεὶ ἐν τοῖς σχήμασιν αἱ δυνάμεις. εἰ γὰρ ὁμοιόσχημα ταῦτα, ταὐτὸν ἂν εἴη τὸ ὑπάρχον, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις.