Ancient Greek
1.389.2
Democritus, Testimonia 1.389.2
Unproofread scanNot analysed yet
132. ——VI 7,2 Δημοκρίτῳ μὲν γε πῶς ποτε ἐξ ἀλλήλων ἢ γένεσις [sc. τῶν χυμῶν], ἀπορήσειεν ἂν τις. ἀνάγκη γὰρ ἢ τὰ σχήματα μεταρρυθμίζεσθαι καὶ ἐκ σκαληνῶν καὶ ὀξυγωνίων περιφερῆ γίνεσθαι, ἢ πάντων ἐνυπαρχόντων οἷον τῶν τε τοῦ στρυφνοῦ καὶ ξέος καὶ γλυκέος τὰ μὲν ἐκκρίνεσθαι (τὰ ἑκάστων πρότερ' ὄντ' ἀεί, τὰ δ' οἰκεῖα καθ' ἕκαστον), ἕτερα δὲ ὑπομένειν, ἢ τρίτον τὰ μὲν ἐξίεναι τὰ δ' ἐπεισιέναι. ἐπεὶ δ' ἀδύνατον μετασχηματίζεσθαι (τὸ γὰρ ἄτομον ἀπαθές), λοιπὸν τὰ μὲν εἰσιέναι τὰ δ' ἐξίεναι (ἢ τὰ μὲν ὑπομένειν τὰ δ' ἐξίεναι). ἄμφω δὲ ταῦτα ἄλογα· προσἀποδοῦναι γὰρ δεῖ καὶ τί τὸ ἐργαζόμενον ταῦτα καὶ ποιοῦν.