Ancient Greek
1.391.1
Democritus, Testimonia 1.391.1
Unproofread scanNot analysed yet
59 περὶ δὲ τῶν αἰσθητῶν, τίς ἡ φύσις καὶ ποῖον ἕκαστόν ἐστιν, οἱ μὲν ἄλλοι παραλείπουσιν. τῶν μὲν γὰρ ὑπὸ τὴν ἀφὴν περὶ βαρέος καὶ κοῦφου καὶ θερμοῦ καὶ ψυχροῦ λέγουσιν, οἷον ὅτι τὸ μὲν μανὸν καὶ λεπτὸν θερμόν, τὸ δὲ πυκνὸν καὶ παχύ ψυχρόν, ὥσπερ Ἀναξαγόρας διαιρεῖ τὸν ἄερα καὶ τὸν αἰθέρα. ὁ σχεδὸν δὲ καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον τοῖς αὐτοῖς καὶ ἐπὶ ταῖς ἄνω καὶ κάτω φοραῖς, καὶ πρὸς τούτοις περὶ τε φωνῆς ὅτι κίνησις τοῦ ἄερος, καὶ περὶ ὀσμῆς ὅτι ἀπορροὴ τις. Ἐμπεδοκλῆς δὲ καὶ περὶ τῶν χρωμάτων, καὶ ὅτι τὸ μὲν λευκὸν τοῦ πυρὸς τὸ δὲ μέλαν τοῦ ὕδατος. οἱ δ᾽ ἄλλοι τοσοῦτον μόνον, ὅτι τὸ τε λευκὸν καὶ τὸ μέλαν ἀρχαί, τὰ δ᾽ ἄλλα μειγνυμένων γίνεται τούτων. καὶ γὰρ Ἀναξαγόρας 10 ἀπλῶς εἴρηκε περὶ αὐτῶν. 60 Δ. δὲ καὶ Πλάτων ἐπὶ πλεῖστόν εἰσιν ἡμμένοι, καθ᾽ ἕκαστον γὰρ ἀφορίζουσι· πλὴν ὁ μὲν οὐκ ἀποστερῶν τῶν αἰσθητῶν τὴν φύσιν, Δ. δὲ πάντα πάθη τῆς αἰσθήσεως ποιῶν. ποτέρων μὲν οὖν ἔχει τἀληθὲς οὐκ ἂν εἴη λόγος. ἐφ᾽ ὧσον δὲ ἑκάτερος ἤπται καὶ πῶς ἀφώρικε πειράζωμεν ἀποδοῦναι, πρότερον ἐπὸνσιν τὴν ὅλην ἑφόδον ἑκατέρου. Δ. μὲν οὖν οὐχ ὁμοίως 15 λέγει περὶ πάντων, ἀλλὰ τὰ μὲν τοῖς μεγέθεσι τὰ δὲ τοῖς σχήμασιν ἕνια δὲ τάξει καὶ θέσει διορίζει. Πλάτων δὲ σχεδὸν ἅπαντα πρὸς τὰ πάθη καὶ τὴν αἴσθησιν ἀποδίδωσιν. ὥστε δόξειεν ἂν ἑκάτερος ἐναντίως τῇ ὑποθέσει λέγειν. 61 ὁ μὲν γὰρ πάθη ποιῶν τῆς αἰσθήσεως καθ᾽ αὐτὰ διορίζει τὴν φύσιν· ὁ δὲ καθ᾽ αὐτὰ ποιῶν ταῖς οὐσίαις πρὸς τὰ πάθη τῆς αἰσθήσεως ἀποδίδωσι.