Ancient Greek
1.391.2
Democritus, Testimonia 1.391.2
Unproofread scanNot analysed yet
20 βαρὺ μὲν οὖν καὶ κοῦφον τῷ μεγέθει διαιρεῖ Δ. εἰ γὰρ διακριθεὶν καθ᾽ ἕν ἕκαστον εἰ καὶ κατὰ σχῆμα διαφέροι, σταθμὸν ἂν ἐπὶ μεγέθει τὴν φύσιν [κρίσιν?] ἔχειν. οὐ μὴν ἀλλ᾽ ἐν γε τοῖς μεικτοῖς κουφότερον μὲν εἶναι τὸ πλεῖον ἔχον κενόν, βαρύτερον δὲ τὸ ἕλαττον. ἐν ἐνίοις μὲν οὕτως εἴρηκεν. 62 ἐν ἄλλοις δὲ κοῦφον εἶναι φησιν ἀπλῶς τὸ λεπτόν. παραπλησίως δὲ καὶ περὶ σκληροῦ καὶ 25 μαλακοῦ. σκληρὸν μὲν γὰρ εἶναι τὸ πυκνόν, μαλακὸν δὲ τὸ μανόν, καὶ τὸ μᾶλλον δὲ καὶ ἧττον καὶ τὰ λοιπὰ κατὰ λόγον. διαφέρειν δὲ τι τὴν θέσιν καὶ τὴν ἐνἀπόλημιν τῶν κενῶν τοῦ σκληροῦ καὶ μαλακοῦ καὶ βαρέος καὶ κοῦφου. διὸ σκληρότερον μὲν εἶναι σίδηρον, βαρύτερον δὲ μόλυβδον· τὸν μὲν γὰρ σίδηρον ἀνωμάλως συγκεῖσθαι καὶ τὸ κενὸν ἔχειν πολλαχῇ καὶ κατὰ μεγάλα, πεπυκνωθῆσαι 30 δὲ κατὰ ἕνια, ἀπλῶς δὲ πλεῖον ἔχειν κενόν. τὸν δὲ μόλυβδον ἕλαττον ἔχοντα κενὸν ὁμαλῶς συγκεῖσθαι (καὶ) κατὰ πᾶν ὁμοίως· διὸ βαρύτερον μὲν, μαλακώτερον δ᾽ εἶναι τοῦ σιδήρου. 60 περὶ μὲν (οὖν) βαρέος καὶ κοῦφου καὶ σκληροῦ καὶ μαλακοῦ ἐν τούτοις ἀφορίζει. τῶν δὲ ἄλλων αἰσθητῶν οὐδενὸς εἶναι φύσιν, ἀλλὰ πάντα πάθη τῆς αἰσθήσεως ἀλλοιουμένης, ἐξ ἧς γίνεσθαι τὴν φαντασίαν. οὐδὲ γὰρ τοῦ 35 ψυχροῦ καὶ τοῦ θερμοῦ φύσιν ὑπάρχειν, ἀλλὰ τὸ σχῆμα μεταπίπτον ἐργάζεσθαι καὶ τὴν ἡμετέραν ἀλλοίωσιν· ὁ τι γὰρ ἂν ἄθρουν ἦ, τοῦτ᾽ ἐνισχύειν ἑκάστῳ, τὸ δ᾽ εἰς μακρὰ διανενεμένον ἀναίρετον εἶναι. σημείον δ᾽ ὡς οὐκ εἰσὶ φύσει τὸ μὴ ταῦτα πᾶσι φαίνεσθαι τοῖς Ζώοις ἄλλ᾽ ὁ μὲν γλυκύ, τοῦτ᾽ ἄλλοις πικρὸν καὶ ἑτέρους οἴῦ καὶ ἄλλοις δριμὺ τοῖς δὲ στρυφνόν, καὶ τὰ ἄλλα δ᾽ ὡσαύτως. 64 ἐτὶ 40 δ᾽ αὐτοὺς μεταβάλλειν τῇ κρήσει κατὰ τὰ πάθη καὶ τὰς ἡλικίας· ἦ καὶ φανερὸν ὡς ἡ διάθεσις αἰτία τῆς φαντασίας. ἀπλῶς μὲν οὖν περὶ τῶν αἰσθητῶν οὕτω δεῖν ὑπολαμβάνειν. οὐ μὴν ἀλλ᾽ ὥσπερ καὶ τὰ ἄλλα καὶ ταῦτα ἀνατίθησι τοῖς σχήμασι· πλὴν οὐχ ἁπάντων ἀποδίδωσι τὰς μορφάς, ἀλλὰ μᾶλλον τῶν χυλῶν καὶ τῶν χρωμάτων, καὶ τούτων ἀκριβέστερον διορίζει τὰ περὶ τοὺς χυλοὺς ἀνα- 45 φέρων τὴν φαντασίαν πρὸς ἄνθρωπον.