Ancient Greek
1.394.2
Democritus, Testimonia 1.394.2
Unproofread scanNot analysed yet
(79) πρῶτον μὲν οὖν τὸ πλείους ὑποδοῦναι τὰς ἀρχὰς ἔχει τινὰ ἀπορίαν· οἱ γὰρ ἄλλοι τὸ λευκὸν καὶ τὸ μέλαν, ὡς τούτων ἀπλῶν ὄντων μόνων· ἔπειτα τὸ μὴ πᾶσι τοῖς λευκοῖς μίαν ποιῆσαι τὴν μορφήν, ἀλλ’ ἑτέραν τοῖς σκληροῖς καὶ τοῖς ψαθυροῖς. οὐ γὰρ εἰκὸς ἄλλην αἰτίαν εἶναι τοῖς διαφοροῖς κατὰ τὴν ἄφην. οὐδ’ ἂν ἐπὶ τὸ σχῆμα αἴτιον εἴη τῆς διαφορᾶς. ἀλλὰ μᾶλλον ἡ θέσις. ἐνδέχεται γὰρ καὶ τὰ περιφερῆ καὶ ἀπλῶς πάντα ἐπισκιάζειν ἑαυτοῖς. σημεῖον δέ· καὶ γὰρ αὐτὸς ταύτην φέρει τὴν πίστιν, ὅσα τῶν λείων μέλανα φαίνεται. διὰ γὰρ τὴν σύμφυσιν καὶ τὴν τάξιν ὡς τὴν αὐτὴν ἔχοντα τῷ μέλανι φαίνεσθαι τοιαῦτα. καὶ πάλιν ὅσα λευκὰ τῶν τραχέων. ἐκ μεγάλων γὰρ εἶναι ταῦτα καὶ τὰς συνδέσεις οὐ περιμερεῖς ἀλλὰ προκρόσσας· καὶ τῶν σχημάτων τὰς μορφὰς μιγνυμένας [ἀργυμένας?] ὥσπερ ἡ ἀνάβασις καὶ τὰ πρὸ τῶν τειχῶν ἔχει χῶματα· τοιούτον γὰρ ὄν ἄσκιον εἶναι καὶ οὐ κωλύεσθαι τὸ λαμπρόν. 80 πρὸς δὲ τούτους πῶς λέγει καὶ ζώων τὸ λευκὸν ἐνίων γίνεσθαι μέλαν, εἰ τεθεῖσαν οὕτως, ὥστ’ ἐπισκιάζειν; ὅλως δὲ τοῦ διαφανοῦς καὶ τοῦ λαμπροῦ μᾶλλον ἔοικε τὴν φύσιν ἢ τοῦ λευκοῦ λέγειν. τὸ γὰρ εὐδιόπτον εἶναι καὶ μὴ ἐπαλλάττειν τοὺς πόρους τοῦ διαφανοῦς ἐστι, πόσα δὲ λευκὰ τοῦ διαφανοῦς; ἐπὶ δὲ τὸ μὲν εὐθεῖς εἶναι τῶν λευκῶν τοὺς πόρους, τῶν δὲ μελάνων ἐπαλλάττειν, ὡς εἰσιούσης τῆς φύσεως ὑπολαβεῖν ἐστιν. ὅρᾶν δὲ φησὶ διὰ τὴν ἀπορροὴν καὶ τὴν ἐμφασιν τὴν εἰς τὴν ὀψιν· εἰ δὲ τοῦτό ἐστι, τί διοίσει τοὺς πόρους κεῖσθαι κατ’ ἀλλήλους ἢ ἐπαλλάττειν; οὐδὲ τὴν ἀπορροὴν ἀπὸ τοῦ κενοῦ πῶς γίνεσθαι ῥάδιον ὑπολαβεῖν· ὥστε λεκτέον τούτου τὴν αἰτίαν. ἔοικε γὰρ ἀπὸ τοῦ φωτὸς ἢ ἀπὸ ἄλλου τινὸς ποιεῖν τὸ λευκόν· διὸ καὶ τὴν παχύτητα τοῦ ἀέρος αἰτιάται πρὸς τὸ φαίνεσθαι μέλαν. 81 ἐπὶ δὲ πῶς τὸ μέλαν ἀποβίδωσιν. οὐ ῥάδιον καταμαθεῖν· ἢ σκιὰ γὰρ μέλαν