Ancient Greek
1.395.1
Democritus, Testimonia 1.395.1
Unproofread scanNot analysed yet
τι καὶ ἐπιπρόσθησίς ἐστι τοῦ λευκοῦ· διὸ πρῶτον τὸ λευκὸν τὴν φύσιν. ἄμα δὲ οὐ μόνον τὸ ἐπισκιάζειν, ἀλλὰ καὶ τὴν παχύτητα τοῦ ἀέρος καὶ τῆς εἰσιούσης ἀπορροῆς αἰτιᾶται καὶ τὴν ταραχὴν τοῦ ὀφθαλμοῦ. πότερον δὲ ταῦτα συμβαίνει διὰ τὸ μὴ εὐδίοπτον ἢ καὶ ἄλλωι γίνοιτ’ ἂν καὶ ποίωι [τῇ μέλανι], οὐ διασαφεῖ. ἀτοπον δὲ καὶ τὸ τοῦ χλωροῦ μὴ ἀποδοῦναι μορφήν, ἀλλὰ μόνον ἐκ τοῦ στερεοῦ καὶ τοῦ κενοῦ ποιεῖν. κοινὰ γὰρ ταῦτα γε πάντων καὶ ἐξ ὁποιωνοῦν ἔσται σχημάτων. κρῆν δ’ ὥσπερ κἂν τοῖς ἄλλοις ἴδιόν τι ποιῆσαι. καὶ εἰ μὲν ἐναντίον τινὶ ἐρυθρῶι, καθάπερ τὸ μέλαν τῶι λευκῶι, τὴν ἐναντίαν ἔχειν μορφήν· εἰ δὲ μὴ ἐναντίον, αὐτὸ τοῦτ’ ἂν τις θαυμάσειεν, ὅτι τὰς ἀρχὰς οὐκ ἐναντίας ποιεῖ· δοκεῖ γὰρ ἅπασιν οὕτως. μάλιστα δ’ ἔχρην τοῦτο διακριβοῦν, ποῖα τῶν χρωμάτων ἀπλὰ καὶ διὰ τί τὰ μὲν σύνθετα τὰ δὲ ἀσύνθετα· πλείστη γὰρ ἀπορία περὶ τῶν ἀρχῶν. ἀλλὰ τοῦτο μὲν ἴσως χαλεπόν, ἐπεὶ καὶ τῶν χυμῶν εἰ τις δύναιτο τοὺς ἀπλοὺς ἀποδοῦναι, μᾶλλον ἂν ὧδε λέγοι. περὶ δὲ ὀσμῆς προσσαφορίζειν παρήκην πλήν τοσοῦτον, ὅτι τὸ λεπτὸν ἀπορρεῶν ἀπὸ τῶν βαρέων ποιεῖ τὴν ὀσμήν· ποιοῦν δέ τι τὴν φύσιν ὃν ὑπὸ τίνος πάσχει. οὐκέτι προσέθηκεν, ὅπερ ἴσως ἦν κυριώτατον. (83) Δ. μὲν οὖν οὕτως ἔνια παραλείπει.