Ancient Greek
1.396.10
Democritus, Testimonia 1.396.10
Unproofread scanNot analysed yet
151. ——XII 16 λέγει Δ. πολύγονα εἶναι ὑν καὶ κύνα καὶ τὴν αἰτίαν προστίθησι λέγων, ὅτι πολλάς ἔχει τὰς μήτρας καὶ τοὺς τόπους τοὺς δεκτικοὺς τοῦ σπέρματος. ὁ τοίνυν θορὸς οὐκ ἐκ μιᾶς ὁρμῆς ἀπάσας αὐτὰς ἐκπληροῖ, ἀλλὰ δίς τε καὶ τρίς ταῦτα τὰ ζῷα ἐπιθόρνυται, ἵνα ἡ συνέχεια πληρώσῃ τὰ τοῦ γόνου δεκτικά. ἡμίονους δὲ λέγει μὴ τίκτειν· μὴ γὰρ ἔχειν ὁμοίας μήτρας τοῖς ἄλλοις ζώοις, ἑτερομόρφους δὲ ἡκιστα δυναμένας γονὴν δέξασθαι· μὴ γὰρ εἶναι φύσεως ποίημα τὴν ἡμίονον, ἀλλὰ ἐπινόιας ἀνθρωπίνης καὶ τόλμης ὡς ἂν εἴποις μοιχιδίου ἐπιτέχημα τοῦτο καὶ κλέμμα. δοκεῖ δέ μοι, ἢ δ᾽ ὃς, ὄνου ἵππον βιασά