Ancient Greek
1.396.2
Democritus, Testimonia 1.396.2
Unproofread scanNot analysed yet
144. ARIST. de gen. animal. B 4. 740a33 αἱ δὲ φλέβες οἷον ῥίζαι πρὸς τὴν ὑστέραν συνάπτουσι, δι᾽ ὧν λαμβάνει τὸ κύημα τὴν τροφήν. τοῦτο γὰρ χάριν ἐν ταῖς ὑστέραις μένει τὸ ζῷον, ἀλλ᾽ οὐχ ὡς Δ. φησιν, ἵνα διαπλάττηται τὰ μόρια κατὰ τὰ μόρια τῆς ἐχούσης. 7. 746a19 οἱ δὲ λέγοντες τρέφεσθαι τὰ παιδία ἐν ταῖς ὑστέραις διὰ τοῦ σαρκιδίου τι βάλλειν οὐκ ὀρθῶς λέγουσιν. ΑΕΤ. v 16,1 (D. 426) Δ. ,Ἐπίκουρος τὸ ἔμβρυον ἐν τῇ μήτραι διὰ τοῦ στόματος τρέφεσθαι. οὐδὲν εὐθὲς γεννηθὲν ἐπὶ τὸν μαστὸν φέρεσθαι τῷ στόματι· εἶναι γὰρ καὶ ἐν τῇ μήτραι θηλὰς τινὰς καὶ στόματα, δι᾽ ὧν τρέφεσθαι.