Ancient Greek
1.396.9
Democritus, Testimonia 1.396.9
Unproofread scanNot analysed yet
150a. AEL. H. N. VI 60 Μασσαγέται μέν, ὡς Ἡρόδοτος λέγει [1 216] τὸν φαρετρεῶνα πρὸ γε ἑαυτῶν κρεμάσαντες, εἶτα μέντοι ὁμιλεῖ τῇ θηλείᾳ ὁ ἄρρην ἐμφανῶς, εἰ καὶ ὁρῶν αὐτοὺς οἱ πάντες, πεφροντικότες οὐδὲν ἐκεῖνοί γε. καμηλῶν δὲ ὁμιλία οὐκ ἂν ποτ᾽ ἐμφανὴς γένοιτο οὐδ᾽ ὁρώντων οἴονεὶ μαρτύρων· ἀλλὰ εἴτε αἰδῶ φαμεν εἴτε φύσεως δώρον ἀπόρρητον, ταῦτα Δημοκρίτῳ τε καὶ τοῖς ἄλλοις καταλείπωμεν ἐλέγχειν τε καὶ τὰς αἰτίας λέγειν οἰεῖσθαι ἱκανοὺς ὑπὲρ τῶν ἀτεκμάρτων τε καὶ οὐ συμβλητῶν· ἥδη δὲ καὶ ὁ νομεὺς ἀπαλλάττεται ποὺ, ὅταν αἰσθῆται τῆς συμφοιτήσεως αὐτοῖς τῆς πρὸς λόγους τὴν ὁρμήν, ὥσπερ οὖν ἀριστάμενος παριοῦσιν ἐς θάλαμον νύμφῃ τε καὶ νυμφίῳ.