Ancient Greek
1.396.4 to 1.396.8
Democritus, Testimonia 1.396.4-8
Unproofread scanNot analysed yet
146. ——Δ 4. 769b30 Δ. μὲν οὖν ἔφησε γίγνεσθαι τὰ τέρατα διὰ τὸ δύο γονὰς συμπίπτειν, τὴν μὲν πρότερον ὀρμήσασαν τὴν δ᾽ ὕστερον. καὶ ταύτην ἐξεθοῦσαν ἐλθεῖν εἰς τὴν ὑστέραν ὥστε συμφύεσθαι καὶ ἐπαλλάττειν τὰ μόρια. ταῖς δ᾽ ὄρνισιν ἐπεὶ συμβαίνει ταχεῖαν γίγνεσθαι τὴν ὀχείαν, ἀεὶ τὰ τ᾽ ὠιὰ καὶ τὴν χρόαν αὐτῶν ἐπαλλάττειν φησίν. 147. ——E 8. 788b9 εἴηκε μὲν οὖν περὶ αὐτῶν [Zähne] καὶ Δ. . . . φησὶ γὰρ ἐκπίπτειν μὲν διὰ τὸ πρὸ ὥρας γίγνεσθαι τοῖς ζώοις· ἀκμαζόντων γὰρ ὡς εἰπεῖν φύεσθαι κατὰ γε φύσιν· τοῦ δὲ πρὸ ὥρας γίγνεσθαι τὸ θηλάζειν αἰτίαται. 148. —de partt. anim. Γ 4. 665a30 τῶν δ᾽ ἀναίμων οὐδὲν ἔχει σπλάγχνον. Δ. δ᾽ ἔοικεν οὐ καλῶς διαλαβεῖν περὶ αὐτῶν, εἴπερ ὑψθῆ διὰ μικρότητα τῶν ἀναίμων ζώων ἄδηλα εἶναι ταῦτα. Vgl. LUCR. IV 116 ff. 149. —de gen. animal. B 8. 747a29 [vgl. oben 21 A 82. B 92] Δ. μὲν γὰρ φησὶ διεφθάρθαι τοὺς πόρους τῶν ἡμιόνων ἐν ταῖς ὑστέραις διὰ τὸ μὴ ἐκ συγγενῶν γίγνεσθαι τὴν ἀρχὴν τῶν ζώων. 150. [ARIST.] hist. anim. 1 39 p. 623a30 δύνανται δ᾽ ἀφίεναι οἱ ἄραχναι τὸ ἄραχνιον εὐθὺς γενόμενοι, οὐκ ἔσθεν ὡς ὃν περίπτωμα καθάπερ φησὶ Δ. ,ἀλλ᾽ ἀπὸ τοῦ σώματος οἷον φλοῖον ἢ τὰ βάλλοντα ταῖς θριξίν, οἷον αἱ ὕστριχες.