Ancient Greek
1.436.3
Democritus, Testimonia 1.436.3
Unproofread scanNot analysed yet
190. [107 N.] ——91 Δ—ου. φαύλων ἔργων καὶ τοὺς λόγους παραιτητέον. 191. [52 N.] ——210 Δ—ου. ἀνθρώποισι γὰρ εὐθυμία γίνεται μετριότητι τέρψιος καὶ βίου συμμετρίῃ· τὰ δ' ἐλλείποντα καὶ ὑπερβάλλοντα μεταπίπτειν τε φιλεῖ καὶ μεγάλας κινήσεως ἐμποιεῖν τῇ ψυχῇ. αἱ δ' ἐκ μεγάλων διαστημάτων κινούμεναι τῶν ψυχέων οὔτε εὐσταθεῖς εἰσὶν οὔτε εὐθυμοι. ἐπὶ τοῖς δυνατοῖς οὖν δεῖ ἔχειν τὴν γνώμην καὶ τοῖς παρούσιν ἀρκέεσθαι τῶν μὲν ζηλουμένων καὶ θαυμαζομένων ὀλίγην μνήμην ἔχοντα καὶ τῇ διανοίᾳ μὴ προσεδρεύοντα, τῶν δὲ ταλαιπωρούντων τοὺς βίους θεωρεῖν, ἐννοοῦμενον ἃ πάσχουσι κάρτα, ὅκως ἂν τὰ παρόντα σοι καὶ ὑπάρχοντα μεγάλα καὶ ζηλωτὰ φαίνηται, καὶ μηκέτι πλειόνων ἐπιθυμεόντι συμβαίνη κακοπαθεῖν