Ancient Greek
1.437.1
Democritus, Testimonia 1.437.1
Unproofread scanNot analysed yet
τῇ ψυχῇ. ὁ γὰρ θαυμάζων τοὺς ἔχοντας καὶ μακαριζο-μένους ὑπὸ τῶν ἄλλων ἀνθρώπων καὶ τῇ μνήμῃ πᾶσαν ὥραν προσεδρεύων ἀεὶ ἐπικαιουργεῖν ἀναγκάζεται καὶ ἐπιβάλλεσθαι δ’ ἐπιθυμίην τοῦ τι πρῆσσειν ἀνῆκεστον ὧν οἱ νόμοι κωλύουσιν. διόπερ τὰ μὲν μὴ δίξεσθαι χρεών, ἐπὶ δὲ τοῖς εὐθυμέεσθαι χρεών, παραβάλλοντα τὸν ἑαυτοῦ βίον πρὸς τὸν τῶν φαυλότερον πρησσόντων καὶ μακαρίζειν ἑωυτὸν ἐνθυμεύμενον ἃ πᾶσχουσιν, ὁκόσων αὐτέων βέλτιον πρήσσει τε καὶ διάγει. ταύτης γ’ ἀρ’ ἔχόμενος τῆς γνώμης εὐθυμότερόν τε διάξεις καὶ οὐκ ὀλίγας κήρας ἐν τῷ βίῳ διώσεις. φθόνον καὶ ζῆλον καὶ δυσμενίην.