Ancient Greek
1.445.6 to 1.447.3
Democritus, Testimonia 1.445.6-1.447.3
Unproofread scanNot analysed yet
252. [134 N.] ——43 τὰ κατὰ τὴν πόλιν χρεῶν τῶν λοι-πῶν μέγιστα ἡγεῖσθαι, ὅκως ἄζεται εὖ, μήτε φιλονικέοντα παρὰ τὸ ἐπικικὲς μήτε ἰσχύν ἑαυτῷ περιτιθέμενον παρὰ τὸ χρηστὸν τὸ τοῦ ξυνοῦ. πόλις γὰρ εὖ ἀγομένη μεγίστη ὀρθωσίς ἐστι, καὶ ἐν τούτῳ πάντα ἔνι, καὶ τούτου σωιζο-μένου πάντα σῴζεται καὶ τούτου διαφθειρομένου τὰ πάντα διαφθείρεται. 253. [165 N.] STOB. IV 43,44 τοῖς χρηστοῖσιν οὐ συμφέρον ἀμελέοντας τῶν ἑωυτῶν ἄλλα πρῆσσειν· τὰ γὰρ ἴδια κακῶς ἔσχεν. εἰ δὲ ἀμελέοι τις τῶν δημοσίων, κακῶς ἀκούειν γίνεται, καὶ ἤν μηδὲν μήτε κλέπτῃ μήτε ἀδικῇ. ἐπεὶ καὶ ἀμελέοντι ἢ ἀδικέοντι κίνδυνος κακῶς ἀκούειν καὶ δὴ καὶ παθεῖν τι· ἀνάγκη δὲ ἀμαρτάνειν, συγγινώσκεσθαι δὲ τοὺς ἀνθρώπους οὐκ εὐπετές. 254. [151 N.] ——45 οἱ κακοὶ ἰόντες ἐς τὰς τιμὰς ὁκόσωι ἂν μᾶλλον ἀνάζοι ἐόντες ἦωσι, τοσοῦτῳ μᾶλλον ἀνακηδέες γίγνονται καὶ ἀφροσύνης καὶ θράσεος πίμπλανται. 255. [146 N.] ——46 ὅταν οἱ δυνάμενοι τοῖς μὴ ἔχουσι καὶ προτελεῖν τολμῶσι καὶ ὑπουργεῖν καὶ χαρίζεσθαι, ἐν τούτῳ ἤδη καὶ τὸ οἰκτῖρειν ἐνεστὶ καὶ μὴ ἐρήμους εἶναι καὶ τὸ ἑταίρους γίνεσθαι, καὶ τὸ ἀμύνειν ἀλλήλοισι καὶ τοὺς πολίτας ὁμονόους εἶναι καὶ ἄλλα ἀγαθά, ὅσσα οὐδεὶς ἂν δύναιτο καταλέξαι. 256. [156 N.] ——15 τοῦ αὐτοῦ. δίκη μὲν ἐστὶν ἔρδειν τὰ χρή ἔοντα, ἀδικία δὲ μὴ ἔρδειν τὰ χρή ἔοντα, ἀλλὰ παρατρέπεσθαι. 257. [158 N.] ——16 τοῦ αὐτοῦ. κατὰ δὲ ζώων ἐστὶν ὧν φόνου καὶ μὴ φόνου ὧδε ἔχει· τὰ ἀδικέοντα καὶ θέλοντα ἀδικεῖν ἀθῷος ὁ κτείνας, καὶ πρὸς εὐεστοῦν τοῦτο ἔρδειν μᾶλλον ἢ μή. Vgl. B 140. 258. [160 N.] ——17 κτεῖνειν χρὴ τὰ πημαίνοντα παρὰ δίκην πάντα περὶ παντός· καὶ ταῦτα ὁ ποιῶν εὐθυμίας καὶ δίκης καὶ θάρσεος καὶ κτήσεως ἐν παντὶ κόσμῳ μεῖζω μοῖραν μεθέξει. 259. [159 N.] ——18 ὅκωσπερ περὶ κιναδέων τε καὶ ἐρπετῶν γεγράφαι τῶν πολεμίων, οὕτω καὶ κατὰ ἀνθρώπων δοκεῖ μοι χρεῶν εἶναι ποιεῖν· κατὰ νόμους τοὺς πατρίους κτεῖνειν πολέμιον ἐν παντὶ κόσμῳ, ἐν ᾧ μὴ νόμος ἀπεῖργει· νόμος [φόνον; ?]δὲ ἀπεῖργει ἱερὰ ἑκάστοισι ἐπιχώρια καὶ σπονδαὶ καὶ ὅρκοι.