Ancient Greek
1.447.4 to 1.449.4
Democritus, Testimonia 1.447.4-1.449.4
Unproofread scanNot analysed yet
260. [161 N.] ——19 κιξάλλην καὶ λῃστὴν πάντα κτείνων τις ἀθῷος ἂν εἴη καὶ αὐτοχειρίῃ καὶ κελεύων καὶ ψήφωι. 261. [155 N.] —46, 43 Δ—ου. ἀδικουμένοισι τιμωρεῖν κατὰ δύναμιν χρὴ καὶ μὴ παριέναι· τὸ μὲν γὰρ τοιοῦτον δίκαιον καὶ ἀγαθόν, τὸ δὲ μὴ τοιοῦτον ἄδικον καὶ κακόν. 262. [157 N.] STOB. IV 46,44 Δ—ου. καὶ οἱ ψυχῆς ἀξία ἐρ-δουσιν ἢ δεσμῶν, ἢ θωιῆς ἀξιοι, καταψηφιστέον καὶ μὴ ἀπολύειν· ὃς δ’ ἂν παρὰ νόμον ἀπολύῃ κέρδει ὁρίζων ἢ ἡδονῇ, ἀδικεῖ, καὶ οἱ τοῦτο ἐγκάρδιον ἀνάγκη εἶναι. 263. [148 N.] ——45 τοῦ αὐτοῦ. δίκης καὶ ἀρετῆς με-γίστην μετέχει μοῖραν ὁ [τιμᾶς] ἀξίας τὰς μεγίστας τάμνων <τοῖς ἀξιωτάτοις>. 264. [43 N.] ——46 τοῦ αὐτοῦ. μηδὲν τι μᾶλλον τοὺς ἀνθρώπους αἰδεῖσθαι ἑωυτοῦ μηδὲ τι μᾶλλον ἐξεργάζεσθαι κακόν, εἰ μέλλει μηδεὶς εἰδῆσιν ἢ εἰ οἱ πάντες ἄνθρωποι· ἀλλ’ ἑωυτὸν μάλιστα αἰδεῖσθαι, καὶ τοῦτον νόμον τῇ ψυ-χῇ καθεστάναι, ὥστε μηδὲν ποιεῖν ἀνεπιτήδειον. 265. [166 N.] ——47 τοῦ αὐτοῦ. τῶν ἁμαρτημένων ἄν-θρωποι μεμνέεται μᾶλλον ἢ τῶν εὖ πεποιημένων. καὶ γὰρ δίκαιον οὕτως· ὥσπερ <γὰρ τὸν> τὰς παρακαταθήκας ἀπο-διδόντα οὐ χρὴ ἐπαινεῖσθαι, τὸν δὲ μὴ ἀποδιδόντα κακῶς ἀκούειν καὶ πάσχειν, οὕτω καὶ τὸν ἄρχοντα. οὐ γὰρ ἐπὶ τούτῳ ἱρέθη ὡς κακῶς ποιήσων, ἀλλ’ ὡς εὖ. 266. [167 N.] ——48 τοῦ αὐτοῦ. οὐδεμία μηχανὴ τῶι νῦν καθεστῶτι ῥυθμῶι μὴ οὐκ ἀδικεῖν τοὺς ἄρχοντας, ἣν καὶ πάνυ ἀγαθοὶ ἔσιν. οὐδενὶ γὰρ ἄλλῳ ἔοικεν ἢ ἑαυτῷ τὸ αὐτὸν ἐφ' ἑτέρους αὐ γίγνεσθαι. δεῖ δὲ κως οὕτω καὶ ταῦτα κοσμηθῆναι, ὅκως ὁ μηδὲν ἀδικῶν, ἥν καὶ πάνυ ἐτάζῃ τοὺς ἀδικέοντας, μὴ ὑπ' ἐκείνους γενήσεται, ἀλλὰ τις ἢ θεσμὸς ἢ ἄλλο τι ἀμυνεῖ τῷ τὰ δίκαια ποιευόντι. 267. [142 N.] —47,19 Δ—ου. φύσει τὸ ἄρχειν οἰκῆιον τῷ κρέσσονι. 268. [222 N.] —48,13 Δ—ου. φόβος κολακείην μὲν ἐργάζεται, εὔνοιαν δὲ οὐκ ἔχει. 269. [126 N.] —51,16 Δ—ου. τόλμα πρήσιος ἀρχή, τύχη δὲ τέλεος κυρίη. 270. [177 N.] —62,45 Δ—ου. οἰκέταισιν ὡς μέρεσι τοῦ σκῆνεος χρῶ ἄλλῳ πρὸς ἄλλο.