Ancient Greek
1.465.34 to 1.465.7
Democritus, Testimonia 1.465.34-7
Unproofread scanNot analysed yet
καὶ ἀνόητοις κακοῖς καταφορτίζοντι τῶν ψυχῶν· καὶ οὕτω συμβαίνει αὐτοῖς πικρότατον ἔχειν τὸν βίον καὶ χαλεπώτατον. 8 ταῦτα δὲ γίνεται ἐπὶ τε ἀποβολαῖς χρημάτων ἢ φίλων θανόντων ἢ τέκνων ἢ τινων ἄλλων τῶν νομιζομένων τιμιωτάτων ἡμῖν. εἶτα κακόντες καὶ ὀδυρόμενοι λέγουσι αὐτοὺς μόνους ἀτυχεστάτους καὶ κακοδαίμονας, οὐ μεμναμένοι ὅτι κατ’ αὐτὰ καὶ ἄλλοις πολλοῖς ἐγένετο καὶ νῦν γίνεται, οὐδὲ δυνάμενοι κατανοῆσαι τὸν τε τῶν παρεόντων βίον καὶ τὸν τῶν ὡκέως ἔπαυσε λειτουργίην. προεξεστακότων ἐν ὅσαις συμφοραῖς καὶ κακῶν τρικυμίαις καὶ νῦν ἐντὶ πολλοὶ καὶ πρὸ τοῦ ἐγένοντο. 9 ἐπιλογισάμενοι οὖν ὅτι πολλοὶ ἀποβαλόντες χρήματα ὑστερὸν διὰ τῶν τῶν χρημάτων γενομένων ἀπώλειαν αὐτοὶ περιεσώθησαν, ἢ ληισταῖς διὰ τοῦτο μέλλοντες περιπεσεῖν ἢ τυράννῳ· πολλοὶ δὲ φιλήσαντες τινας καὶ καθ’ ὑπερβολὴν εὐνοήσαντες ἐν τῷ μετέπειτα χρόνῳ μεγάλας ἐμίσθησαν· ἄ δὴ πάντα ἀναλογισάμενοι ἐκ τὰς παραδεδομένας ἡμῖν ἱστορίας, καὶ μαθόντες ὅτι καὶ ὑπὸ τέκνων καὶ φίλων μάλιστα φιληθέντων πολλοὶ ἀπώλοντο, καὶ ἀντιπαραβάλλοντες τὸν αὐτῶν βίον πρὸς τὸν τῶν πρασσομένων φαυλότερον, καὶ τὰ προσπίπτοντα ἀνθρώπινα νομίζοντες καὶ μὴ μόνοις συμβαίνοντα, εὐθυμότερον 7. STOB. IV 108,81 Ἰππάρχου Πυθαγορείου ἐκ τοῦ Περὶ εὐθυμίας. 1 ὡς πρὸς τὸν ξύμπαντα αἰῶνα ἐξετάζοντι βραχύτατον ἔχοντες οἱ ἄνθρωποι τὸν τῆς ζωῆς χρόνον, κάλλιστον ἐν τῷ βίῳ οἴονεὶ τινα παρεπιδημίαν ποιησούνται ἐπ’ εὐθυμίᾳ καταβιώσαντες. ταύταν δὲ ἔξοντι μάλιστα πάντων ἀκριβῶς ἐπιστάμενοι