Ancient Greek
1.465.9
Democritus, Testimonia 1.465.9
Unproofread scanNot analysed yet
καὶ ἐπεγνωκότες ἑαυτούς, ὅτι ἐντὶ θνητοὶ καὶ σάρκινοι, εὐαδίκητον καὶ διάζομεν. (10) οὐδὲ γὰρ θέμις ἄνθρωπον μὲν ὄντα τὰ τῶν ἀλλοτρίων συμπτώματα εὐφώρα νομίζειν, ἀλλ᾽ (οὐ) τὰ ἴδια κάδεα, ἰδόντα ὅτι πολλαὶ κᾶρες κατὰ πάντα τὸν βίον πεφύκασι. (11) οἱ δὲ κλαίοντες καὶ κατοδυρόμενοι, πρὸς τῷ μηδ᾽ ἧντινοῦν ὠφέλειαν τῷ ἀπολομένῳ τῷ ἀποιχομένῳ περαίνεσθαι, ἐς 5 μείζονα παθήματα τῶν ψυχῶν ἐλαύνουσι, μεστῶν πολλῶν καὶ φαύλων φυσιωμάτων ὄνσαν. (12) προσήκει οὖν ἐκνίπτοντας καὶ ἀνακαθαίροντας ἀπορρύπτεσθαι πάσαις μηχαναῖς τὰς ἐγκατεσκιρωμένας κηλίδας τῷ κατὰ φιλοσοφίαν λόγῳ. ποιήσομεν δὲ τοῦτο ἀντεχόμενοι φρονήσιος καὶ σωφροσύνας καὶ μεταποιούμενοι ***τοῖς παρεοῦσι καὶ μὴ πολλῶν ὀρεγόμενοι. (13. οἱ γὰρ ἄνθρωποι τὰ πολλὰ παρα- 10 σκευαζόμενοι, ὡς οὐκ ἔστι ζῆν μετὰ τὸν τὰς ζωὰς χρόνον ***ἀξεσι γενέσθαι ***χρησώμεθα παρουσίᾳ τῶν ἀγαθῶν, ἐκ δὲ τὰς φιλοσοφίας καὶ λαβρότερον ἀπληστευσώμεθα· ἀπληστευόμενοι γὰρ τῶν ἐκ φιλοσοφίας καλῶν καὶ σεμνῶν, καὶ τὰς ἐκ τῶν φαύλων ἀπολυθησόμεθα ἀπληστίας.