Ancient Greek
2.393.2
Democritus, Testimonia 2.393.2
Unproofread scanNot analysed yet
38. SIMPL. phys. 28, 15 [aus Theophr. phys. op. fr. 8, wie n. 39. 40, 2—4; hinter Leuk. S. 359, 18] παραπλησίως δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Α. ὁ Ἀβδηρίτης ἀρχὰς ἔθετο τὸ πλήρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὂν τὸ δὲ μὴ ὂν ἔκαλεῖ· ὡς ὅλην τοῖς οὖσι τὰς ἀτόμους ὑποτιθέντες τὰ λοιπὰ γεννώσι ταῖς διαφοραῖς αὐτῶν. τρεῖς δὲ εἰσὶν αὐταὶ φυσικὸς τροπὴ διὰ θιγῆ, ταυτόν δὲ εἰπεῖν σχῆμα καὶ θέσις καὶ τάξις. περυχέναι γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου κινεῖσθαι καὶ φέρεσθαι τὰ συγγενῆ πρὸς ἄλληλα καὶ τῶν σχημάτων ἑκάστον εἰς ἑτέραν ἐχκοσμούμενον σύγκρισιν ἄλληλ ποιεῖν διάθεσιν· ὥστε εὐλόγως ἀπειρῶν οὐσῶν τῶν ἀρχῶν πάντα τὰ πάθη καὶ τὰς οὐσίας ἀποδώσειν ἐπῃγέλλοντο, ὅφ’ οὗ τέ τι γίνεται καὶ πῶς· διὸ καὶ φασὶ μόνοις τοῖς ἀπειρα ποιοῦσι τὰ στοιχεῖα πάντα συμβαίνειν κατὰ λόγον. καὶ τῶν ἐν ταῖς ἀτόμοις σχημάτων ἀπειρῶν τὸ πλήθος φασὶ διὰ τὸ μηδὲν μᾶλλον τοιούτον ἢ τοιούτον εἶναι. ταύτην γὰρ αὐτοὶ τῆς ἀπειρίας αἰτίαν ἀποδιδόασιν.