Ancient Greek
2.393.3
Democritus, Testimonia 2.393.3
Unproofread scanNot analysed yet
39. PLUTARCH. Strom. 7 [D. 581] Α. ὁ Ἀβδηρίτης ὑπεστήσατο τὸ πᾶν ἀπειρον διὰ τὸ μηδαμῶς ὑπὸ τινος αὐτὸ δεδημιουργησθαι. ἐπὶ δὲ καὶ ἀμετάβλητον αὐτὸ λέγει καὶ καθόλου οἷον πᾶν ἐστιν ὡς ἐκτίθεται· μηδεμίαν ἀρχὴν ἔχειν τὰς αἰτίας τῶν νῦν γιγνομένων, ἀνωθεν δ’ ὅλως ἐξ ἀπειροῦ χρόνου προκατέχεσθαι τῇ ἀνάγκῃ πάνθ’ ἀπλῶς τὰ γεγεγότα καὶ ὄντα καὶ ἐσόμενα. ἡλίου δὲ καὶ σελήνης γένεσιν φησι. κατ’ ἰδίαν φέρεσθαι ταῦτα μηδέπω τὸ παράπαν ἔχοντα θερμὴν φύσιν, μηδὲ μὴν καθόλου λαμπροτάτην, τοῦναντίον δὲ ἐξωμοιωμένην τῇ περὶ τὴν γῆν φύσει· γεγενηναι γὰρ ἑκάτερον τούτων πρότερον ἐπὶ κατ’ ἰδίαν ὑποβολὴν τινα κόσμου, ὕστερον δὲ μεγεθουποιοῦμένου τοῦ περὶ τὸν ἥλιον κύκλον ἐναποληφθῆναι ἐν αὐτῷ τὸ πῦρ.