Ancient Greek
2.397.4
Democritus, Testimonia 2.397.4
Unproofread scanNot analysed yet
60. ARIST. de caelo Δ 2. 309* 1 τοῖς δὲ στερεᾷ [näml. τὰ πρῶτα λέγουσιν im Gegensatz zu Platon] μᾶλλον ἐνδέχεται λέγειν τὸ μείζον εἶναι βαρύτερον αὐτῶν. τῶν δὲ συνθέτων, ἐπειδήπερ οὐ φαίνεται τοῦτον ἔχειν ἕκαστον τὸν τρόπον, ἀλλὰ πολλὰ βαρύτερα ὁρῶμεν ἐλάττω τὸν ὄγκον ὄντα καθάπερ ξηλίου χαλκόν, ἕτερον τὸ αἴτιον οἴονται τε καὶ λέγουσιν ἕνιοι· τὸ γὰρ κενὸν ἐμπεριλαμβανόμενον κουφίζειν τὰ σώματα φασὶ καὶ ποιεῖν ἕστιν ὅτε τὰ μείζω κουφότερα· πλοῖον γὰρ ἔχειν κενόν . . . λέγουσι μὲν οὖν τοῦτον τὸν τρόπον, ἀνάγκη δὲ προσθεῖναι τοῖς οὕτωι διορίζουσι μὴ μόνον τὸ κενὸν πλεῖον, ἂν ἢι κουφότερον, ἀλλὰ καὶ τὸ στερεὸν ἐλάττον· εἰ γὰρ ὑπερέξει τῆς τοιαύτης ἀναλογίας οὐκ ἕσται κουφότερον. διὰ γὰρ τοῦτο καὶ τὸ πῦρ εἶναι φασὶ κουφότατον, ὅτι πλεῖστον ἔχει κενόν. συμβήσεται οὖν μικροῦ πυρὸς πολὺν χρυσὸν πλεῖον ἔχοντα τὸ κενὸν εἶναι κουφότερον, εἰ μὴ καὶ στερεὸν ἕξει πολλαπλασίον de gen. et inter. Α 8. 326* 9 καίτοι βαρύτερόν γε κατὰ τὴν ὑπεροχὴν φησιν εἶναι Δ. ἕκαστον τῶν ἀδιαιρέτων. de caelo Δ 2. 309b 34 ἐναντίας δὲ [näml. τῆς ὕλης οὐσης] καθάπερ οἱ τὸ κενὸν καὶ πλήρες, οὐκ ἕσται τὰ μεταξὺ τῶν ἀπλῶς βαρέων καὶ κουφῶν διὰ τιν' αἰτίαν βαρύτερα καὶ κουφότερα ἀλλήλων καὶ τῶν ἀπλῶν ἕστιν. τὸ δὲ μεγέθει καὶ μικρότητι διορίζειν πεπλασμένωι μὲν ξοικε μᾶλλον τῶν πρότερων . . . καὶ μὴθ' ἀπλῶς εἶναι μηθὲν κουφον μήτε φερόμενον ἄνω ἀλλ' ἢ ὑστερίζον ἢ ἐκθλιβόμενον καὶ πολλὰ μικρὰ ὀλίγων μεγάλων βαρύτερα εἶναι.