Ancient Greek
2.397.5
Democritus, Testimonia 2.397.5
Unproofread scanNot analysed yet
61. SIMPL. de caelo 569, 5 οἱ γὰρ περὶ Δημόκριτον καὶ ὕστερον Ἐπίκουρος τας ἀτόμους πάσας ὁμοιφεῖς οὖσας βάρος ἔχειν φασί, τῷι δὲ εἶναι τινα βαρύτερα ἐξωθούμενα τὰ κουφότερα ὑπ' αὐτῶν ὑψιζανόντων ἐπὶ τὸ ἄνω φέρεται, καὶ οὕτω λέγουσιν οὕτοι δοκεῖν τὰ μὲν κοῦφα εἶναι τὰ δὲ βαρέα. 712, 27 οἱ περὶ Δημόκριτον οἴονται, πάντα μὲν ἔχειν βάρος, τῷι δὲ ἐλάττον ἔχειν βάρος τὸ πῦρ ἐκθλιβόμενον ὑπὸ τῶν προλαμβανόντων ἄνω φέρεσθαι καὶ διὰ τοῦτο κοῦφον δοκεῖν. τούτοις δὲ τὸ βαρὺ μόνον εἶναι δοκεῖ καὶ ἀεὶ φέρεσθαι πρὸς τὸ μέσον τοῦτο. Gegen Demokrit EPICUR. ep. I 61 [p. 18, 15 Us.] ἰσοταχεῖς ἀναγκαῖον τὰς ἀτόμους εἶναι, ὅταν διὰ τοῦ κενοῦ εἰσφέρωνται μηθενὸς ἀντικόπτοντος· οὔτε γὰρ τὰ <μεγάλα καὶ> βαρέα θάττον οἰσθήσεται