Ancient Greek
2.407.2
Democritus, Testimonia 2.407.2
Unproofread scanNot analysed yet
130. THEOPHR. d. c. pl. VI 2, 1 [gegen Demokrit] τάχα δ’ ἂν δόξειεν, ὥσπερ ἐλέχθη, καὶ ταῦτα ἐκεῖνων εἶναι χάριν· αὐτῶν γὰρ τῶν δυνάμεων οὕτως ἀποδιδοὺς 5 (τὰς διαφορὰς) οὕτω τὰς αἰτίας ἀποδιδόναι, δι’ ἃς ὁ μὲν στῦφει καὶ ξηραίνει καὶ πήγνυσιν ὁ δὲ λειαίνει καὶ ὀμαλύνει καὶ καθίστησιν, ὁ δὲ ἐκχρίνει καὶ διαχεῖ καὶ ἄλλο τι τοιοῦτο δράι. πλὴν ὅσως ἐκεῖνα ἂν τις ἐπιζητήσει περὶ [παρὰ Hdss.] τούτων, ὥστε καὶ τὸ ὑποκείμενον ἀποδιδόναι ποῖόν τι. δεῖ γὰρ εἰδέναι μὴ μόνον τὸ ποιούν, ἀλλὰ καὶ τὸ πάσχον, ἄλλως τ’ ‘εἰ καὶ μὴ πᾶσιν 10 ὁ αὐτὸς [sc. χυμός] ὁμοίως φαίνεται’ καθάπερ φησίν. οὐδὲν γὰρ κωλύει τὸν ἡμῖν γλυκὺν ἑτέροις τισὶ τῶν ζώων εἶναι πικρὸν καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως.