Ancient Greek
2.407.3
Democritus, Testimonia 2.407.3
Unproofread scanNot analysed yet
131. ——VI 2, 3 ἀτοπον δὲ κάκεινο τοῖς τὰ σχήματα λέγουσιν ἢ τῶν ὁμοίων διαφορὰ κατὰ μικρότητα καὶ μέγεθος εἰς τὸ μὴ τὴν αὐτὴν ἔχειν δύνα- 15 μιν. οὐ γὰρ ἐπὶ τῆς μορφῆς ἀλλὰ τῶν ὀγκῶν αἱ δυνάμεις, οὓς εἰς μὲν τὸ διαβιάσασθαι καὶ ἀπλῶς τὸ μᾶλλον καὶ τὸ ἧττον τάχ’ ἂν τις ἀποδολῇ, εἰς δὲ τὸ μὴ ταῦτό δύνασθαι μηδὲ ποιεῖν οὐχ εὔλογον, ἐπεὶ ἐν τοῖς σχήμασιν αἱ δυνάμεις. εἰ γὰρ ὁμοιόσχημα ταῦτα [ὁμοιοσχήματα Hdss.] ,ταυτὸν ἂν εἴη τὸ ὑπάρχον, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις.