Ancient Greek
2.407.7
Democritus, Testimonia 2.407.7
Unproofread scanNot analysed yet
135. THEOPHR. de sens. 49—83 [D. 513] Δ. δὲ περὶ μὲν αἰσθήσεως οὐ 35 διορίζει, πότερα τοῖς ἐναντίοις ἢ τοῖς ὁμοίοις ἐστιν. εἰ μὲν γὰρ (τῷι) ἀλλιοῦσθαι ποιεῖ τὸ αἰσθάνεσθαι δόξειεν ἂν τοῖς διαφόροις· οὐ γὰρ ἀλλιοῦται τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου· πάλιν δ’ (εἰ) τὸ μὲν αἰσθάνεσθαι καὶ ἀπλῶς ἀλλιοῦσθαι (τῷι) πάσχειν, ἀδύνατον δέ, φησί, τὰ μὴ ταῦτά πάσχειν, ἀλλὰ 40 κἂν ἕτερα ὄντα ποιῇ οὐχ ἡμ ἕτερα ἀλλ’ ἡμ ταυτὸν τι ὑπάρχει, τοῖς ὁμοίοις. διὸ περὶ μὲν τούτων ἀμφότερως ἐστιν ὑπολαβεῖν. περὶ ἐκάστης δ’ ἤδη τούτων ἐν μέρει πειρᾶται λέγειν. ὁρᾶν μὲν οὖν ποιεῖ τῇ ἐμφάσει· ταύτην δὲ ἴδιως λέγει· τὴν γὰρ ἔμφασιν οὐχ εὐθὺς ἐν τῇ κόρῃ γίνεσθαι, ἀλλὰ τὸν ἀέρα τὸν 45 μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρωμένου τυποῦσθαι συστελλόμενον ὑπὸ τοῦ ὁρωμένου καὶ τοῦ ὁρώντος· ἅπαντος γὰρ ἀεὶ γίνεσθαι τινα ἀπορροήν· ἔπειτα τοῦτον στερεὸν ὄντα καὶ ἀλλόχρων ἐμφαίνεσθαι τοῖς ὅμμασιν ὑγροῖς· καὶ τὸ μὲν πυκνὸν οὐ δέχεσθαι τὸ δ’ ὑγρὸν διέναι. διὸ καὶ τοὺς ὑγροὺς τῶν σκληρῶν ὀφθαλμῶν ἀμείνους εἶναι πρὸς τὸ ὁρᾶν, εἰ ὁ μὲν ἐξω χιτῶν ὡς