Ancient Greek
2.408.1.1 to 2.408.1.23
Democritus, Testimonia 2.408.1.1-23
Unproofread scanNot analysed yet
λεπτότατος καὶ πυκνότατος εἴη, τὰ δ’ ἔντὸς ὡς μάλιστα σομφὰ καὶ κενὰ πυκνῆς καὶ ἰσχυρᾶς σαρκός, μεστὰ δὲ ἰκμάδος παχεῖας τε καὶ λιπαρᾶς, καὶ αἱ φλέβες κατὰ τοὺς ὀφθαλμοὺς εὐθεῖαι καὶ ἄνικμοι ὡς ὁμοοχμο νεῖν τοῖς ἀποτυπουμένοις. τὰ γὰρ ὁμόφυλα μάλιστα ἕκαστον γνωρίζει. πρῶτον μὲν οὖν 51 5 ἄτοπός ἡ ἀποτύπωσις ἢ ἐν τῷ ἀέρι. δεῖ γὰρ ἔχειν πυκνότερα καὶ μὴ θρύπτεσθαι τὸν τύπον, ὥσπερ καὶ αὐτὸς λέγει παραβάλλων τοιαύτην εἰνὰ τὴν ἐντύπωσιν οἷον εἰ ἐκμάξειας εἰς κηρόν. ἔπειτα μᾶλλον ἐν ὕδατι τυποῦσθαι δυνατόν ὅσῳ πυκνότερον· ἧττον δὲ ὁρᾶται, καίτοι προσῆκε μᾶλλον. ὅλως δὲ ἀποροῦν ποιούντα τῆς μορφῆς ὥσπερ ἐν τοῖς περὶ τῶν εἰδῶν τί δεῖ τὴν 10 ἀποτύπωσιν ποιεῖν; αὐτὰ γὰρ ἐμφαίνεται τὰ εἴδωλα. εἰ δὲ δή τούτο συμ- 52 βαίνει καὶ ὁ ἀήρ ἀπομάττεται καθάπερ κηρὸς ὠθοῦμενος καὶ πυκνούμενος, πῶς καὶ ποῖα τις ἡ ἐμφασίς γίνεται; δῆλον γὰρ ὡς ἐπὶ προσώπου [l. ὡς ἀντιπρόσωπος ὁ?] τύπος ἔσται τῷ ὁρωμένῳ καθάπερ ἐν τοῖς ἄλλοις. τοιούτου δ’ ὄντος ἀδύνατον ἐξ ἐναντίας ἐμφασιν γίνεσθαι μὴ στραφέντος τοῦ τύπου. 15 τοῦτο δ’ ὑπὸ τινος ἔσται καὶ πῶς δεῖκτόν· οὐχ οἷόν τε γὰρ ἄλλως γίνεσθαι τὸ ὁρᾶν. ἔπειτα ὅταν ὁρᾶται πλείονα κατὰ τὸν αὐτὸν τόπον, πῶς ἐν τῷ αὐτῷ ἀέρι πλείους ἔσονται τύποι; καὶ πάλιν πῶς ἄλληλους ὁρᾶν ἐνδέχεται; τοὺς γὰρ τύπους ἀνάγκη συμβάλλειν ἑαυτοῖς, ἑκάτερον ἀντιπρόσωπον ὄντα ἀφ’ ὧν ἔστιν. ὥστε τοῦτο ζητήσων ἔχει. καὶ πρὸς τούτῳ διὰ τί ποτε ἕκα- 20 στος αὐτὸς αὐτὸν οὐχ ὁρᾷ; καθάπερ γὰρ τοῖς τῶν πέλας ὀμμασιν οἱ τύποι καὶ τοῖς ἑαυτῶν ἐμφαίνοιντ’ ἄν, ἄλλως τε εἰ καὶ εὐθὺς ἀντιπρόσωποι κείνται καὶ ταῦτό συμβαίνει πάθος ὥσπερ ἐπὶ τῆς ἠχοῦς. ἀνακλάσθαι γὰρ φησι καὶ πρὸς αὐτὸν τὸν φθεγξάμενον τὴν φωνήν. ὅλως δὲ ἄτοπος ἡ τοῦ ἀέρος τύπωσις. ἀνάγκη γὰρ ἐξ ὧν λέγει πάντα ἐναποτυποῦσθαι τὰ σώματα καὶ πολλὰ 25 ἐναλλάττειν, ὅ καὶ πρὸς τὴν ὀψιν ἐμπόδον ἂν εἴη καὶ ἄλλως οὐκ εὐλογον.