Ancient Greek
2.408.1.24 to 2.408.1.42
Democritus, Testimonia 2.408.1.24-42
Unproofread scanNot analysed yet
ἐτι δὲ εἴπερ ἡ τύπωσις διαμένει, καὶ μὴ φανερῶν [ὄντων] μηδὲ πλησίον ὄντων τῶν σωμάτων ἔχορήν ὁρᾶν εἰ καὶ μὴ νύκτωρ, ἀλλὰ μεθ’ ἡμέραν. καίτοι τοὺς γε τύπους οὐχ ἧττον εἰκὸς διαμένειν νυκτός, ὅσῳ ἐμψυχότερος [s. S. 387, 17] ὁ ἀήρ· ἀλλ’ ὥσως τὴν ἐμφασιν ὁ ἥλιος ποιεῖ καὶ τὸ φῶς ὥσπερ 54 30 ἐπιφέρων ἐπὶ τὴν ὀψιν, καθάπερ ἔοικε βούλεσθαι λέγειν. ἐπεὶ τὸ γε τὸν ἥλιον ἀπωθοῦντα ἀφ’ ἑαυτοῦ καὶ ἀποπληττόμενον πυκνοῦν τὸν ἀέρα, καθάπερ φησίν, ἄτοπον· διακρίνειν γὰρ πέφυκε μᾶλλον. ἄτοπον δὲ καὶ τὸ μὴ μόνον τοῖς ὀμμασιν, ἀλλὰ καὶ τῷ ἄλλῳ σώματι μεταδιδόναι τῆς αἰσθήσεως. φησὶ γὰρ διὰ τοῦτο κενότητα καὶ ὑγρότητα ἔχειν δεῖν τὸν 35 ὀφθαλμόν, ἵν’ ἐπὶ πλέον δέχηται καὶ τῷ ἄλλῳ σώματι παραδιδώῃ. ἀλογον δὲ καὶ τὸ μάλιστα μὲν ὁρᾶν φάναι τὰ ὁμόφυλα, τὴν δὲ ἐμφασιν ποιεῖν τοῖς ἀλλόχρωσιν ὡς οὐκ ἐμφαινομένῳ τῶν ὁμοίων. τὰ δὲ μεγέθη καὶ τὰ διαστήματα πῶς ἐμφαίνεται, καίπερ ἐπιχειρήσας λέγειν οὐκ ἀποδίδωσιν. περὶ μὲν οὖν 55 ὅρσεως ἰδίως ἕνα βουλόμενος λέγειν πλείω παραδιδῶσι ζητήσιν. 40 τὴν δ’ ἀκοὴν παραπλησίως ποιεῖ τοῖς ἄλλοις. εἰς γὰρ τὸ κενὸν ἐμπίπτοντα τὸν ἀέρα κίνησιν ἐποιεῖν, πλὴν ὅτι κατὰ πᾶν μὲν ὁμοίως τὸ σῶμα εἰσιέναι, μάλιστα δὲ καὶ πλεῖστον διὰ τῶν ὤτων, ὅτι διὰ πλεῖστων τε κενοῦ διέρχεται καὶ ἥκιστα διαμῖννει. διὸ καὶ κατὰ μὲν τὸ ἄλλο σῶμα οὐχ αἰσθάνεσθαι, ταύτῃ δὲ μόνον. ὅταν δὲ ἔντὸς γένηται σκίδνασθαι διὰ τὸ τάχος· 45 τὴν γὰρ φωνὴν εἶναι πυκνωμένου τοῦ ἀέρος καὶ μετὰ βίας εἰσιόντος. ὥσπερ οὖν ἔκτὸς ποιεῖ τῇ ἀφῇ τὴν αἴσθησιν, οὕτω καὶ ἔντὸς. δεῦτατον δ’ 56 ἀκούειν, εἰ ὁ μὲν ἔξω χιτῶν εἴη πυκνός, τὰ δὲ φλεβία κενὰ καὶ ὡς μάλιστα ἄνικμα καὶ εὐτόρητα κατὰ τε τὸ ἄλλο σῶμα καὶ τὴν κεφαλὴν καὶ τας ἀκοάς, ἐτι δὲ