Ancient Greek
2.411.1.1 to 2.411.1.13
Democritus, Testimonia 2.411.1.1-13
Unproofread scanNot analysed yet
σμικρότητι καὶ τῷ μανῷ καὶ πυκνῷ, θερμόν δὲ καὶ ψυχρόν καὶ τὰ ἄλλα τοῖς σχήμασιν. ἔπειτα βαρέος μὲν καὶ κοῦφον καὶ σκληροῦ καὶ μαλακοῦ καθ’ αὐτὰ ποιεῖν φύσεις (μέγεθος μὲν γὰρ καὶ σμικρότης καὶ τὸ πυκνὸν καὶ τὸ μανὸν οὐ πρὸς ἕτερόν ἐστι), θερμόν δὲ καὶ ψυχρόν καὶ τὰ ἄλλα πρὸς τὴν αἴσθησιν, καὶ ταῦτα πολλάκις λέγοντα διότι τοῦ χυμοῦ [θεμοῦ Zeller] τὸ σχῆμα σφαιροειδές, ὅλως δὲ μέγιστον ἐναντίωμα καὶ κοινόν ἐστί πάντων, ἄμα μὲν πάθη ποιεῖν τῆς αἰσθήσεως, ἄμα δὲ τοῖς σχήμασι διορίζειν· καὶ τὸ αὐτὸ φαίνεσθαι τοῖς μὲν πικροῖς τοῖς δὲ γλυκεῖ τοῖς δ’ ἄλλως· οὔτε γὰρ οἷον (τε) τὸ σχῆμα πάθος εἶναι οὔτε ταὐτὸν τοῖς μὲν σφαιροειδεῖς τοῖς δ’ ἄλλως (ἀνάγκη δ’ [εἴπερ] ἴσως, εἴπερ τοῖς μὲν γλυκεῖ τοῖς δὲ πικροῖς) οὐδὲ κατὰ τὰς ἡμετέρας ἔξεις μεταβάλλειν τὰς μορφάς. ἀπλῶς δὲ τὸ μὲν σχῆμα καθ’ αὐτὸ ἐστι, τὸ δὲ γλυκεῖ καὶ ὅλως τὸ αἰσθητὸν πρὸς ἄλλο καὶ ἐν ἄλλοις, ὡς φησιν. ἀποπον δὲ καὶ τὸ πᾶσιν ἀξιοῦν ταὐτὸ φαίνεσθαι τῶν αὐτῶν αἰσθανομένων καὶ τούτων τὴν ἀλήθειαν ἐλέγχειν, καὶ ταῦτα εἰρηκότα πρότερον τὸ τοῖς ἀνομοίως διακειμένοις ἀνόμοια φαίνεσθαι καὶ πάλιν τὸ μηδὲν μᾶλλον ἕτερον ἑτέρου τυγχάνειν τῆς ἀληθείας. εἴκός γὰρ τὸ βέλτιον τοῦ χειρόνου καὶ τὸ ὑγιαῖνον τοῦ κάμνοντος· κατὰ φύσιν γὰρ μᾶλλον. ἐπὶ δὲ εἴπερ μὴ ἐστι φύσις τῶν αἰσθητῶν διὰ τὸ μὴ ταῦτὰ πᾶσι φαίνεσθαι, δῆλον ὡς οὐδὲ τῶν ζῴων οὐδὲ τῶν ἄλλων σωμάτων· οὐδὲ γὰρ περὶ τούτων ὁμοδοξοῦσαι. καὶ τοῦ εἰ μὴ καὶ διὰ τῶν αὐτῶν γίνεται πᾶσι τὸ γλυκεῖ καὶ τὸ πικρόν, ἀλλ’ ἡ γε φύσις τοῦ πικροῦ καὶ τοῦ γλυκέος ἡ αὐτὴ φαίνεται πᾶσιν. ὅπερ καὶ αὐτὸς ἂν δόξειεν ἐπιμαρτυρεῖν. πῶς γὰρ ἂν τὸ ἡμῖν πικρὸν ἄλλοις ἢν γλυκεῖ καὶ στρυφνόν, εἰ μὴ τις ἦν ὡρισμένη φύσις αὐτῶν.