Ancient Greek
2.411.1.14 to 2.411.1.25
Democritus, Testimonia 2.411.1.14-25
Unproofread scanNot analysed yet
ἐπὶ δὲ ποιεῖ σαφέστερον ἐν οἷς φησι γίνεσθαι μὲν ἕκαστον καὶ εἶναι κατ’ ἀλήθειαν, ἵδιως δὲ ἐπὶ πικροῦ μοιρᾶν ἔχειν συνέσεως. ὥστε διὰ τε τούτων ἐναντίον ἂν φαίνη τὸ μὴ ποιεῖν φύσιν τινὰ τῶν αἰσθητῶν, καὶ πρὸς τούτοις ὅπερ ἐλέχθη καὶ πρότερον, ὅταν σχῆμα μὲν ἀποδιδῶ τῆς (πικρᾶς) οὐσίας ὡσπερ καὶ τῶν ἄλλων, μὴ εἶναι δὲ λέγῃ φύσιν· ἢ γὰρ οὐδεὸς ὅλως ἢ καὶ τούτων ἔσται, τῆς αὐτῆς γε ὑπαρχούσης αἰτίας. ἐπὶ δὲ τὸ θερμόν τε καὶ ψυχρόν ἄπερ ἀρχὰς τιθέασιν εἴκός ἔχειν τινὰ φύσιν, εἰ δὲ ταῦτα καὶ τὰ ἄλλα. νῦν δὲ σκληροῦ μὲν καὶ μαλακοῦ καὶ βαρέος καὶ κοῦφον ποιεῖ τιν’ οὐσίαν, ἄπερ οὐχ ἥκτον ἔδοξε λέγεσθαι πρὸς ἡμᾶς, θερμοῦ δὲ καὶ ψυχροῦ καὶ τῶν ἄλλων οὐδενός. καὶ τοῦ τὸ γε βαρὺ καὶ κοῦφρον ὅταν διορίξῃ τοῖς μεγέθεσιν, ἀνάγκη τὰ ἀπλὰ πάντα τὴν αὐτὴν ἔχειν ὁρμὴν τῆς φοράς, ὥστε μίας τινος ἂν ὕλης εἴη καὶ τῆς αὐτῆς φύσεως. ἀλλὰ περὶ μὲν τούτων ἔοικε συνηκολουθηκέναι τοῖς ποιοῦσιν ὅλως τὸ φρονεῖν κατὰ τὴν ἀλλοίωσιν, ἥπερ ἐστὶν ἀρχαιότατη δόξα. πάντες γὰρ οἱ παλαιοὶ καὶ [οἱ] ποιηταὶ καὶ σοφοὶ κατὰ τὴν διάθεσιν ἀποδιδάσι τὸ φρονεῖν. τῶν δὲ χυλῶν ἑκάστῳ τὸ σχῆμα ἀποδιδῶσι πρὸς τὴν δύναμιν ἀφομοιῶν τὴν ἐν τοῖς πάθεσιν· ὅπερ οὐ μόνον ἐξ ἐκείνων, ἀλλὰ καὶ ἐκ τῶν αἰσθητηρίων δεῖ συμβαίνειν ἄλλως τε καὶ πάθη τούτων ἐστιν. οὐ γὰρ πᾶν τὸ σφαιροειδὲς οὐδὲ τὰ ἄλλα σχήματα τὴν αὐτὴν ἔχει δύναμιν, ὥστε καὶ κατὰ τὸ [κάτω] ὑποκείμενον δεῖ διορίζειν, πότερον ἐξ ὁμοίων ἢ ἐξ ἀνομοίων ἐστί, καὶ πῶς ἢ τῶν αἰσθήσεων ἀλλοίωσις γίνεται, καὶ πρὸς τούτοις ὁμοίως ἐπὶ πάντων ἀποδοῦναι τῶν διὰ τῆς ἀφῆς καὶ μὴ μόνον τὰ περὶ γεύσιν. ἀλλὰ καὶ ταῦτα μὲν ἦτοι διαφορὰν τινὰ ἔχει πρὸς τοὺς χυλοὺς, ἣν δεῖ διελθεῖν, ἢ καὶ παρεῖται δυνατόν ὅν ὁμοίως εἰπεῖν.