Ancient Greek · ~1 min
Section 22
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 22
Not analysed yet
τῶν μὲν τοίνυν πρὸς ἀνδρῶν τῷ πατρὶ συγγενῶν ἀκηκόατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μαρτυρούντων καὶ διομνυμένων Ἀθηναῖον εἶναι καὶ συγγενῆ τὸν ἐμὸν πατέρʼ αὑτοῖς· ὧν οὐδεὶς δήπου, παραστησάμενος τοὺς συνεισομένους αὑτῷ τὰ ψευδῆ μαρτυροῦντι, κατʼ ἐξωλείας ἐπιορκεῖ. λαβὲ δὴ καὶ τὰς τῶν πρὸς γυναικῶν τῷ πατρὶ συγγενῶν μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.