Ancient Greek · ~1 min
Section 23
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 23
Not analysed yet
οἱ μὲν τοίνυν ζῶντες οὗτοι τῶν συγγενῶν τοῦ πατρὸς καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν μεμαρτυρήκασιν, ὡς ἦν ἀμφοτέρωθεν Ἀθηναῖος καὶ μετῆν τῆς πόλεως αὐτῷ δικαίως. κάλει δή μοι καὶ τοὺς φράτερας, ἔπειτα τοὺς γεννήτας. ΜΑΡΤΥΡΕΣ. λαβὲ δὴ καὶ τὰς τῶν δημοτῶν μαρτυρίας, καὶ τὰς τῶν συγγενῶν περὶ τῶν φρατέρων, ὡς εἵλοντό με φρατρίαρχον. ΜΑΡΤΥΡΙΑΙ.