Ancient Greek · ~1 min
Section 39
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 39
Not analysed yet
τούτων μὲν τοίνυν ἀκηκόατε μαρτυρούντων καὶ διομνυμένων· τὸν δὲ καὶ κατʼ ἀμφότερʼ ἡμῖν συγγενῆ καλῶ, καὶ τοὺς υἱεῖς αὐτοῦ. τῷ γὰρ Τιμοκράτει τῷ τῆς μητρὸς ἀδελφῷ τῆς ἐμῆς τῷ ὁμοπατρίῳ καὶ ὁμομητρίῳ γίγνεται Εὐξίθεος, τοῦ δʼ Εὐξιθέου τρεῖς υἱεῖς· οὗτοι πάντες ζῶσιν. καί μοι κάλει τοὺς ἐπιδημοῦντας αὐτῶν. ΜΑΡΤΥΡΕΣ.