Ancient Greek · ~3 min
Section 40
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 40
Not analysed yet
λαβὲ δή μοι καὶ τὰς τῶν φρατέρων τῶν συγγενῶν τῶν τῆς μητρὸς καὶ δημοτῶν μαρτυρίας, καὶ ὧν τὰ μνήματα ταὐτά. ΜΑΡΤΥΡΙΑΙ. τὰ μὲν τοίνυν τοῦ γένους τοῦ τῆς μητρὸς οὕτως ὑμῖν ἐπιδεικνύω, καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἀστήν. τῇ δὲ μητρὶ τῇ ἐμῇ γίγνεται, ὦ ἄνδρες δικασταί, τὸ μὲν πρῶτον ἐκ Πρωτομάχου, ᾧ αὐτὴν ὁ Τιμοκράτης ὁμομήτριος καὶ ὁμοπάτριος ὢν ἀδελφὸς ἔδωκεν, θυγάτηρ, εἶτʼ ἐκ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐγώ. ὃν δὲ τρόπον τῷ πατρὶ τῷ ἐμῷ συνῴκησεν, ταῦθʼ ὑμᾶς ἀκοῦσαι δεῖ· καὶ γὰρ ἃ περὶ τὸν Κλεινίαν αἰτιᾶται καὶ τὸ τιτθεῦσαι τὴν μητέρα καὶ ταῦτα πάντʼ ἐγὼ σαφῶς ὑμῖν διηγήσομαι.