Ancient Greek · ~1 min
Section 23
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 23
Not analysed yet
πῶς γὰρ οὐ παρὰ τοὺς νόμους, ὁπότʼ εἰσποιητὸς αὐτὸς ὢν εἰσποιητοὺς υἱοὺς ἐγκαταλείπων ἐπανῄει; καὶ τοῦτο διατετέλεκε ποιῶν μέχρι ταύτης τῆς ἡμέρας, καὶ διὰ τούτου τοῦ τρόπου τὴν κληρονομίαν ἡμῶν ἀποστερήσειν οἴονται, ἐνεργαζόμενοι μὲν καὶ ἐμπαιδοτροφούμενοι τῇ τοῦ Ἀρχιάδου οὐσίᾳ, ἐπανιόντες δὲ ἐπὶ τὴν πατρῴαν οὐσίαν ἐκεῖθεν ἀεί, κἀκείνην μὲν ἀκέραιον φυλάττοντες, ταύτην δʼ ἀναλίσκοντες.