Ancient Greek · ~1 min
Section 24
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 24
Not analysed yet
ἀλλʼ ὅμως τούτων τοιούτων ὄντων, ὅπερ εἶπον, ἡμεῖς ὑπεμένομεν ἅπαντα. μέχρι τίνος; ἕως ὁ Λεωκράτης ὁ ὑπὸ Λεωστράτου ἐν τῷ οἴκῳ τῷ Ἀρχιάδου ἐγκαταλειφθεὶς υἱὸς τετελεύτηκεν ἄπαις. τούτου δὲ ἄπαιδος τετελευτηκότος, ἀξιοῦμεν ἡμεῖς οἱ γένει ἐγγυτάτω ὄντες Ἀρχιάδῃ κληρονομεῖν τῆς οὐσίας, καὶ μὴ τῷ τετελευτηκότι τῷ αὐτῷ εἰσποιητῷ ὄντι υἱὸν εἰσποιεῖν ἐπʼ ἀποστερήσει τῶν ἡμετέρων.